§1.77.1τετάρτῳ δʼ ὕστερον ἔτει τὴν Ἰλίαν ἐλθοῦσαν εἰς ἱερὸν ἄλσος Ἄρεος ὕδατος ἁγνοῦ κομιδῆς ἕνεκα, ᾧ πρὸς τὰς θυσίας ἔμελλε χρήσασθαι, βιάζεταί τις ἐν τῷ τεμένει.
四年之后,当伊利亚前往阿瑞斯的神圣树林汲取供祭祀用的净水时,有人在神域中强暴了她。
τοῦτον δέ τινες μὲν ἀποφαίνουσι τῶν μνηστήρων ἕνα γενέσθαι τῆς κόρης ἐρῶντα τῆς παιδίσκης, οἱ δὲ αὐτὸν Ἀμόλιον οὐκ ἐπιθυμίας μᾶλλον ἢ ἐπιβουλῆς ἕνεκα φραξάμενόν τε ὅπλοις ὡς ἐκπληκτικώτατος ὀφθήσεσθαι ἔμελλε καὶ τὸ τῆς ὄψεως γνώριμον εἰς ἀσαφὲς ὡς μάλιστα ἐδύνατο καθιστάντα·
有些人声称,此人是爱慕这姑娘的求婚者之一;而另一些人则声称是阿穆利乌斯本人,他并非出于欲望,而是为了阴谋,用武器将自己武装起来,使自己看起来极其恐怖,并尽可能隐匿自己熟悉的面容。
§1.77.2οἱ δὲ πλεῖστοι μυθολογοῦσι τοῦ δαίμονος εἴδωλον, οὗ τὸ χωρίον ἦν, πολλὰ καὶ ἄλλα τῷ πάθει δαιμόνια ἔργα προσάπτοντες ἡλίου τε ἀφανισμὸν αἰφνίδιον καὶ ζόφον ἐν οὐρανῷ κατασχόντα·
但大多数人则神话般地传说是该地守护神(代蒙)的幻像,并为这一事件附会了许多其他超自然的异象,如太阳突然消失和天空被黑暗笼罩。
ὄψιν δέ, ἣν καὶ τὸ εἴδωλον εἶχε, θαυμασιωτέραν μακρῷ δή τι κατὰ μέγεθος καὶ κάλλος ἀνθρώπων·
他们还说,那幻像所具有的外貌,在体量和美貌上都远远超越了人类。
φασί τε εἰπεῖν τῇ κόρῃ παρηγοροῦντα τὴν λύπην τὸν βιασάμενον, ἐξ οὗ γενέσθαι δῆλον ὅτι θεὸς ἦν, μηδὲν ἄχθεσθαι τῷ πάθει.
他们还说,施暴者对姑娘说话以抚慰她的悲伤——由此清楚地表明他是一位神——劝她不要为这一遭遇感到悲伤。
τὸ γὰρ κοινώνημα τῶν γάμων αὐτῇ γεγονέναι πρὸς τὸν ἐμβατεύοντα τῷ χωρίῳ δαίμονα, τέξεσθαι δʼ αὐτὴν ἐκ τοῦ βιασμοῦ δύο παῖδας ἀνθρώπων μακρῷ κρατίστους ἀρετὴν καὶ τὰ πολέμια.
因为他说,她与占有该地的神结成了婚姻之盟,并且通过这次暴行,她将生下两个在美德和军事上都远远超越常人的儿子。
ταῦτα δὲ εἰπόντα νέφει περικαλυφθῆναι καὶ ἀπὸ γῆς ἀρθέντα φέρεσθαι δι’ ἀέρος ἄνω.
说完这些话后,他被云彩笼罩,离开地面,从空中向上飞去。
§1.77.3ὅπως μὲν οὖν χρὴ περὶ τῶν τοιῶνδε δόξης ἔχειν, πότερον καταφρονεῖν ὡς ἀνθρωπίνων ῥᾳδιουργημάτων εἰς θεοὺς ἀναφερομένων μηδὲν ἂν τοῦ θεοῦ λειτούργημα τῆς ἀφθάρτου καὶ μακαρίας φύσεως ἀνάξιον ὑπομένοντος, ἢ καὶ ταύτας παραδέχεσθαι τὰς ἱστορίας, ὡς ἀνακεκραμένης τῆς ἁπάσης οὐσίας τοῦ κόσμου καὶ μεταξὺ τοῦ θείου καὶ θνητοῦ γένους τρίτης τινὸς ὑπαρχούσης φύσεως, ἣν τὸ δαιμόνων φῦλον ἐπέχει, τοτὲ μὲν ἀνθρώποις, τοτὲ δὲ θεοῖς ἐπιμιγνύμενον, ἐξ οὗ ὁ λόγος ἔχει τὸ μυθευόμενον ἡρώων φῦναι γένος, οὔτε καιρὸς ἐν τῷ παρόντι διασκοπεῖν ἀρκεῖ τε ὅσα φιλοσόφοις περὶ αὐτῶν ἐλέχθη.
那么,关于此类事情应该抱有何种观点——是将其视为归于神明的人类诡计而予以鄙视(因为神圣而不朽的本性绝不会容忍任何不相称的行径),还是也接受这些历史传说(理由是宇宙的全部实体都是交融在一起的,在神圣者与凡人种族之间存在着某种由代蒙族类所占据的第三种本性,它们时而与人、时而与神相交往,正如传说所言,神话中的英雄种族便是由此而生)——现在并非探讨之时,哲学家们关于这些问题所阐述的已经足够。
§1.77.4ἡ δʼ οὖν κόρη μετὰ τὸν βιασμὸν ἀρρωστεῖν σκηψαμένη ʽτοῦτο γὰρ αὐτῇ παρῄνεσεν ἡ μήτηρ ἀσφαλείας τε καὶ τῶν πρὸς τοὺς θεοὺς ὁσίων ἕνεκἀ οὐκέτι προσῄει τοῖς ἱεροῖς, ἀλλὰ διὰ τῶν ἄλλων ἐγίνετο παρθένων, αἷς τὸ αὐτὸ προσέκειτο ἔργον, ὅσα λειτουργεῖν ἐκείνην ἔδει.
无论如何,那姑娘在遭受暴行后便托病(因为她的母亲为了安全以及对神明的虔敬而这样劝告她),不再参与神圣仪式,而她原本应当履行的所有职责,都通过其他承担同样任务的贞女来完成了。