§1.78.1Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστʼ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών.
阿穆利乌斯或是由于对自己所做之事的负疚感,或是受到对可能发生之事的怀疑所驱使,开始对她长期不参加神圣仪式的原因进行调查,了解其究竟是何原因,为此派去了他最信任的医生,而且,当女人们推托说这病是不便对男人透露的隐疾时,他便留下自己的妻子作为这姑娘的监护人。
§1.78.2ὡς δὲ κατήγορος αὕτη τοῦ πάθους ἐγένετο γυναικείᾳ τεκμάρσει τὸ ἀφανὲς τοῖς ἄλλοις ἀνευροῦσα, τῆς μὲν παιδός, ὡς μὴ λάθῃ τεκοῦσα ʽἦν δὲ οὐ πρόσω τοῦ τόκοὐ φυλακὴν ἐποιεῖτο διʼ ὅπλων· αὐτὸς δὲ καλέσας τὸν ἀδελφὸν εἰς τὸ συνέδριον τῆς τε λανθανούσης τοὺς ἄλλους φθορᾶς μηνυτὴς γίνεται καὶ ᾐτιᾶτο συγκακουργεῖν τῇ κόρῃ τοὺς γονεῖς ἐκέλευέ τε μὴ
而当他的妻子凭借女性的直觉发现了对他人隐瞒的真相,从而成为这一遭遇的指控者时,他便派武装人员对这姑娘进行看守,以免她暗中分娩(而她也已临近产期);他自己则召集他的兄弟来到议事会,揭露了这件对他人隐瞒的败行,并指责姑娘的父母与她共同犯罪,命令他不要隐瞒作恶者,而是将其带到众人面前。
§1.78.3κρύπτειν τὸν εἰργασμένον, ἀλλʼ εἰς μέσον ἄγειν. Νεμέτωρ δὲ παραδόξων τε λόγων ἀκούειν ἔφη καὶ παντὸς ἀναίτιος εἶναι τοῦ λεγομένου χρόνον τε ἠξίου βασάνου τῆς ἀληθείας ἕνεκα λαβεῖν·
努米托尔声称自己听到的是匪夷所思之言,并且对所说的一切全然无辜,他要求给予时间以检验真伪。
τυχὼν δὲ ἀναβολῆς μόλις, ἐπειδὴ τὸ πρᾶγμα παρὰ τῆς γυναικὸς ἔμαθεν ὡς ἡ παῖς ἐν ἀρχαῖς ἀφηγήσατο, τόν τε βιασμὸν τὸν ὑπὸ τοῦ θεοῦ γενόμενον ἀπέφαινε καὶ τοὺς λεχθέντας ὑπʼ αὐτοῦ περὶ τῶν διδύμων παίδων λόγους διεξῆλθεν ἠξίου τε πίστιν ποιήσασθαι ταύτην τῶν λεγομένων, εἰ τοιοῦτος ὁ τῆς ὠδῖνος ἔσται γόνος, οἷον ὁ θεὸς ὑφηγήσατο.
他好不容易争取到了延期,当他从妻子那里得知了姑娘最初所叙述的事情真相后,便指明了神所实施的暴行,并详细叙述了神所说关于双胞胎孩子的话。 他要求以此作为所言之事的凭证,即如果分娩的后代正如神所预示的那样。
καὶ γὰρ ὁμοῦ τι τῷ τίκτειν εἶναι τὴν κόρην, ὥστε οὐκ εἰς μακρὰν ῥᾳδιουργεῖν φανήσεται.
因为实际上姑娘已临近分娩,所以用不了多久,他是否说谎就会见分晓。
παρεδίδου δὲ καὶ τὰς φυλαττούσας τὴν κόρην καὶ §1.78.4ἐλέγχων οὐδενὸς ἀφίστατο.
他还交出看守姑娘的女人们,不规避任何审讯检验。
ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν τῶν συνέδρων πλῆθος ἐπείθετο, Ἀμόλιος δὲ οὐδὲν ὑγιὲς ἀπέφαινε τῶν ἀξιουμένων, ἀλλʼ ἐκ παντὸς ὥρμητο τρόπου τὴν ἄνθρωπον ἀπολέσαι.
在他诉说这些话时,大多数议员都被说服了,但阿穆利乌斯声称这些要求没有一条是合情合理的,而是极力想方设法要处死这个女人。
ἐν ὅσῳ δὲ ταῦτʼ ἐγένετο παρῆσαν οἱ τὴν ὠδῖνα φρουρεῖν ταχθέντες ἀποφαίνοντες ἄρρενα βρέφη δίδυμα τεκεῖν τὴν κόρην, καὶ αὐτίκα Νεμέτωρ μὲν ἐν τῷ αὐτῷ πολὺς ἦν λόγῳ τοῦ θεοῦ τε ἀποδεικνὺς τὸ ἔργον καὶ μηδὲν εἰς τὴν κόρην ἀναίτιον οὖσαν τοῦ πάθους παρανομεῖν ἀξιῶν·
在这些事情进行期间,那些被派去监视分娩的人到了,报告说姑娘生下了两个男双胞胎婴儿。 于是努米托尔立即反复强调同样的论点,指明这是神的作为,并要求不要对这件遭遇中无辜的姑娘做出违法之事。
Ἀμολίῳ δὲ τῶν ἀνθρωπείων τι μηχανημάτων καὶ τὸ περὶ τὸν τόκον ἐδόκει γενέσθαι παρασκευασθέντος ἑτέρου ταῖς γυναιξὶ βρέφους ἢ κρύφα τῶν φυλάκων ἢ συγκακουργούντων, καὶ §1.78.5πολλὰ εἰς τοῦτο ἐλέχθη.
但在阿穆利乌斯看来,连这分娩似乎也是人类的阴谋之一,是女人们背着看守或者在他们伙同下,调包了另一个婴儿,对此人们进行了许多争论。
ὡς δὲ τὴν γνώμην τοῦ βασιλέως ἔμαθον οἱ σύνεδροι ἀπαραιτήτῳ τῇ ὀργῇ χρωμένην ἐδικαίωσαν καὶ αὐτοὶ καθάπερ ἐκεῖνος ἠξίου χρήσασθαι τῷ νόμῳ κελεύοντι τὴν μὲν αἰσχύνασαν τὸ σῶμα ῥάβδοις αἰκισθεῖσαν ἀποθανεῖν, τὸ δὲ γεννηθὲν εἰς τὸ τοῦ ποταμοῦ βάλλεσθαι ῥεῖθρον·
当议员们得知国王的意图带有无法劝解的愤怒时,他们自己也认为应当像国王所要求的那样,执行法律。 法律命令对玷污了身体的女人用棍棒鞭打并处死,而新生的后代则投入河水中。
νῦν μέντοι ζώσας κατορύττεσθαι τὰς τοιαύτας ὁ τῶν ἱερῶν ἀγορεύει νόμος.
然而在如今,圣法规定此类女人要被活埋。