§1.75.1καὶ μὴν ἀπό γε τῆς ἐκβολῆς τῶν βασιλέων ἐπὶ τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἀναβιβασθεὶς ὁ χρόνος ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα καὶ διακοσίοις ἀποτελεῖ.
的确,如果从驱逐国王追溯到最初统治该城的罗慕路斯,这段时间共计二百四十四年。
γνωρίζεται δὲ τοῦτο ταῖς διαδοχαῖς τῶν βασιλέων καὶ τοῖς ἔτεσιν, οἷς ἕκαστοι κατέσχον τὴν ἀρχήν.
这一点可以通过国王们的更迭以及每个人保持权力的年数来确认。
Ῥωμύλος μὲν γὰρ ὁ κτίσας τὴν πόλιν ἑπτὰ καὶ τριάκοντα ἔτη λέγεται κατασχεῖν τὴν δυναστείαν· μετὰ δὲ τὸν Ῥωμύλου θάνατον ἀβασίλευτος ἡ πόλις γενέσθαι χρόνον ἐνιαύσιον.
因为据说创建该城的罗慕路斯保持了三十七年的统治,而在罗慕路斯去世后,该城有一年的时间处于无王状态。
§1.75.2ἔπειτα Νόμας Πομπίλιος αἱρεθεὶς ὑπὸ τοῦ δήμου τρία καὶ τετταράκοντα ἔτη βασιλεῦσαι.
此后,由人民选出的努马·庞皮里乌斯统治了四十三年。
Τύλλος δὲ Ὁστίλιος μετὰ Νόμαν δύο καὶ τριάκοντα.
努马之后的图路斯·霍斯蒂里乌斯统治了三十二年。
ὁ δʼ ἐπὶ τούτῳ βασιλεύσας Ἄγκος Μάρκιος τέτταρα πρὸς τοῖς εἴκοσι.
在他之后统治的安库斯·马尔基乌斯统治了二十四年。
μετὰ δὲ Μάρκιον Λεύκιος Ταρκύνιος ὁ κληθεὶς Πρίσκος ὀκτὼ καὶ τριάκοντα.
马尔基乌斯之后的、被称为普里斯库斯的卢基乌斯·塔克文统治了三十八年。
τοῦτον δὲ διαδεξάμενος Σερούϊος Τύλλιος τετταράκοντα καὶ τέτταρα.
继承他的塞鲁维乌斯·图利乌斯统治了四十四年。
ὁ Σερούϊον δὲ ἀνελὼν Λεύκιος Ταρκύνιος ὁ τυραννικὸς καὶ διὰ τὴν τοῦ δικαίου ὑπεροψίαν κληθεὶς Σούπερβος ἕως εἰκοστοῦ καὶ πέμπτου προαγαγεῖν τὴν ἀρχήν.
而杀害塞鲁维乌斯、因蔑视正义而被称为苏培布斯的专制者卢基乌斯·塔克文,则将他的统治延长到了第二十五年。
§1.75.3τεττάρων δὲ καὶ τετταράκοντα καὶ διακοσίων ἀναπληρουμένων ἐτῶν, ἃ κατέσχον οἱ βασιλεῖς, ὀλυμπιάδων δὲ μιᾶς καὶ ἑξήκοντα πᾶσα ἀνάγκη τὸν πρῶτον ἄρξαντα τῆς πόλεως Ῥωμύλον ἔτει πρώτῳ τῆς ἑβδόμης ὀλυμπιάδος παρειληφέναι τὴν βασιλείαν ἄρχοντος Ἀθήνησι τῆς δεκαετίας Χάροπας ἔτος πρῶτον.
随着国王们统治的二百四十四年(即六十一届奥林匹亚德)的届满,最先统治该城的罗慕路斯必然是在第七届奥林匹亚德的第一年,即雅典十年任期执政官卡罗普斯在任的第一年,接掌了王位。
τοῦτο γὰρ ὁ λογισμὸς τῶν ἐτῶν ἀπαιτεῖ.
因为年数的计算要求如此。
ὅτι δὲ τοσαῦτα ἕκαστος τῶν βασιλέων ἦρξεν ἔτη διʼ ἐκείνου δηλοῦταί μοι τοῦ λόγου.
至于每位国王统治了多少年,已在我的那部著作中予以阐明。
§1.75.4τὰ μὲν δὴ περὶ τοῦ χρόνου καθʼ ὃν ἡ νῦν δυναστεύουσα πόλις ᾠκίσθη τοῖς τε πρὸ ἐμοῦ γενομένοις εἰρημένα κἀμοὶ δοκοῦντα τοιάδʼ ἐστιν.
关于现在占统治地位的城市创建的时间,我前辈的说法以及我自己的看法就是这样。
οἰκισταὶ δʼ αὐτῆς οἵτινες ἦσαν καὶ τίσι τύχαις χρησάμενοι τὴν ἀποικίαν ἔστειλαν ὅσα τε ἄλλα περὶ τὴν κτίσιν ταύτην ἱστόρηται πολλοῖς μὲν εἴρηται καὶ διαφόρως τὰ πλεῖστα ἐνίοις, λεχθήσεται δὲ κἀμοὶ τὰ πιθανώτατα τῶν μνημονευομένων.
至于它的创建者是谁,他们经历了怎样的命运而派遣了殖民队,以及关于这一创建的其他历史记载,许多人都有所论述,而且有些人的说法在很大程度上各不相同,但我也将叙述其中最可信的传说。
ἔχει δὲ ὧδε·
情况是这样的: