Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.73.1-1.73.5

埃涅阿斯后裔建城说与最古老的记载

第 73 段,共 962 段 · 希腊语

内容简介

介绍了罗马历史学家关于埃涅阿斯后裔建城的各种说法,并提到了叙拉古的安条克关于特洛伊战争之前就已存在罗马的最古老记载。

§1.73.1ἔχων δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλληνικῶν παρέχεσθαι συγγραφέων, οἳ διαφόρους ἀποφαίνουσι τοὺς οἰκιστὰς τῆς πόλεως, ἵνα μὴ δόξω μακρηγορεῖν ἐπὶ τοὺς Ῥωμαίων ἐλεύσομαι συγγραφεῖς.
虽然我还能提供许多其他希腊历史学家,他们宣称这座城市的奠基者各不相同,但为了不显得我冗长啰唆,我将转向罗马的历史学家。
παλαιὸς μὲν οὖν οὔτε συγγραφεὺς οὔτε λογογράφος ἐστὶ Ῥωμαίων οὐδὲ εἷς· ἐκ παλαιῶν μέντοι λόγων ἐν ἱεραῖς δέλτοις σωζομένων ἕκαστός τι παραλαβὼν ἀνέγραψεν.
其实,罗马人中甚至没有一个古老的历史学家或编年史家;然而,他们每个人都是从保存在神圣木板上的古老传说中获取了一些内容,并将其记录下来的。
§1.73.2τούτων δέ τινες μὲν Αἰνείου γενέσθαι υἱοὺς λέγουσι Ῥωμύλον τε καὶ Ῥῶμον τοὺς οἰκιστὰς τῆς Ῥώμης, ἕτεροι δὲ θυγατρὸς Αἰνείου παῖδας, ὅτου δὲ πατρὸς οὐκέτι διορίζοντες· δοθῆναι δʼ αὐτοὺς ὑπʼ Αἰνείου Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων ὁμηρεύσοντας, ὅτε καὶ αἱ πίστεις τοῖς ἐπιχωρίοις πρὸς τοὺς ἐπήλυδας ἐγένοντο.
在这些人中,一些人说罗马的奠基者罗穆卢斯和罗莫斯是埃涅阿斯的儿子,而另一些人则说是埃涅阿斯女儿的孩子,但不再具体说明父亲是谁;他们说,在本地人与外来者之间建立起互信誓约的时候,这两个孩子被埃涅阿斯送给原住民国王拉蒂努斯做人质。
ἀσπαζόμενον δὲ αὐτοὺς Λατῖνον τῇ τε ἄλλῃ θεραπείᾳ περιέπειν εὖ καὶ ἐκγόνου ἄρρενος ἄπαιδα τελευτῶντα διαδόχους μέρους τινὸς τῆς ἑαυτοῦ ἀρχῆς καταλιπεῖν.
据说,拉蒂努斯十分欢迎他们,用其他各种关怀悉心照料他们,并在他死时因无男性子嗣,便留下他们作为自己领土某一部分的继承人。
§1.73.3ἄλλοι δὲ λέγουσιν Αἰνείου τελευτήσαντος Ἀσκάνιον ἅπασαν τὴν Λατίνων ἀρχὴν παραλαβόντα νείμασθαι πρὸς τοὺς ἀδελφοὺς Ῥωμύλον τε καὶ Ῥῶμον τήν τε χώραν καὶ τὴν δύναμιν τὴν Λατίνων τριχῇ· αὐτὸν μὲν δὴ τήν τε Ἄλβαν κτίσαι καὶ ἄλλʼ ἄττα πολίσματα· Ῥῶμον δὲ Καπύην μὲν ἀπὸ τοῦ προπάππου Κάπυος, Ἀγχίσην δὲ ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, Αἰνείαν δὲ τὴν ὕστερον κληθεῖσαν Ἰάνικλον ἀπὸ τοῦ πατρός, Ῥώμην δὲ ἀφʼ ἑαυτοῦ, ταύτην δὲ χρόνους τινὰς ἐρημωθεῖσαν ἑτέρας αὖθις ἐλθούσης ἀποικίας, ἣν Ἀλβανοὶ ἔστειλαν ἡγουμένου Ῥωμύλου καὶ Ῥώμου, τὴν ἀρχαίαν κτίσιν ἀπολαβεῖν· ὥστε διττὰς εἶναι τῆς Ῥώμης τὰς κτίσεις· τὴν μὲν ὀλίγον ὕστερον τῶν Τρωικῶν γενομένην, τὴν δὲ πεντεκαίδεκα γενεαῖς ὑστεροῦσαν τῆς προτέρας.
而另一些人则说,在埃涅阿斯去世后,阿斯卡尼乌斯继承了拉丁人的全部统治权,并将土地和拉丁人的军事力量与他的兄弟罗穆卢斯及罗莫斯三等分;他自己确实创建了阿尔巴和其他一些小城镇,而罗莫斯则以曾祖父卡皮斯的名字命名了卡皮亚,以祖先安喀塞斯的名字命名了安喀塞,以父亲的名字命名了埃涅亚(即后来被称为亚尼库卢姆的地方),并以自己的名字命名了罗马。 据说,这座城市在荒废了一段时间之后,随着阿尔巴人在罗穆卢斯和罗莫斯的领导下派出的另一批殖民者再次到来,重新获得了它古老的建制;因此,罗马的创建是有两个阶段的:一个是在特洛伊战争后不久进行的,另一个则比前一个晚了十五代。
§1.73.4εἰ δέ τις ἀπιδεῖν βουλήσεται τὰ προσωτέρω καὶ τρίτη τις ἀρχαιοτέρα τούτων εὑρεθήσεται Ῥώμη γενομένη πρὶν Αἰνείαν καὶ Τρῶας ἐλθεῖν εἰς Ἰταλίαν.
但是,如果有人层愿意向更远古的时期看去,就会发现还有第三个比这些更古老的罗马,它存在于埃涅阿斯和特洛伊人来到意大利之前。
ταῦτα δὲ οὐ τῶν ἐπιτυχόντων τις οὐδὲ νέων συγγραφεὺς ἱστόρηκεν, ἀλλʼ Ἀντίοχος ὁ Συρακούσιος, οὑ καὶ πρότερον ἐμνήσθην.
记录这件事的并不是什么普通或年轻的历史学家,而是叙拉古的安条克,我之前也提到过他。
φησὶ δὲ Μόργητος ἐν Ἰταλίᾳ βασιλεύοντος (ἦν δὲ τότε Ἰταλία ἡ ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιος) ἐλθεῖν ὡς αὐτὸν ἄνδρα φυγάδα ἐκ Ῥώμης.
他说,当摩尔格斯在意大利统治时(当时的意大利是指从塔兰托到波塞多尼亚的沿海地区),有一个从罗马逃出来的亡命之徒来到了他的身边。
λέγει δὲ ὧδε· ʽἐπεὶ δὲ Ἰταλὸς κατεγήρα, Μόργης ἐβασίλευσεν.
他是这样说的:“当伊塔洛斯老去时,摩尔格斯登基。
ἐπὶ τούτου δὲ ἀνὴρ ἀφίκετο ἐκ Ῥώμης φυγάς· Σικελὸς ὄνομα αὐτῷ. ʼ
在此人统治期间,有一个人从罗马作为亡命之徒到来;他的名字叫西克卢斯。
§1.73.5κατὰ μὲν δὴ τὸν Συρακούσιον συγγραφέα παλαιά τις εὑρίσκεται καὶ προτεροῦσα τῶν Τρωικῶν πότερον δὲ περὶ τοὺς αὐτοὺς ἦν τόπους, ἐν οἷς ἡ νῦν οἰκουμένη πόλις ἐστίν, ἢ χωρίον ἕτερον ἐτύγχανεν οὕτως ὀνομαζόμενον ἀσαφὲς ἐκείνου καταλιπόντος οὐδʼ ἐγὼ δύναμαι συμβαλεῖν.
” 因此,根据这位叙拉古历史学家的说法,确实可以发现一个甚至在特洛伊战争之前的古老罗马;但是,它究竟是在现在有人居住的城市所在的相同地方附近,还是恰好是另一个如此命名的场所,因为他留下了这一模糊之处,我也无法推断。
περὶ μὲν οὖν τῶν παλαιῶν κτίσεων ἱκανὰ ἡγοῦμαι τὰ προειρημένα.
所以,关于古老的创建,我认为前文所说的已经足够了。

词汇与语法注释

  1. p.v.1p.118ὁμηρεύσοντας — 将来时主动分词。表示主动词 `δοθῆναι` 动作的目的,意为“作为人质”。
  2. 1.73.2ἀσπαζόμενον δὲ αὐτοὺς Λατῖνον — 宾格 `Λατῖνον` 是间接引语中不定式 `περιέπειν`(以及 `καταλιπεῖν`)的逻辑主语(宾格加不定式结构)。
  3. 185ταύτην δὲ χρόνους τινὰς ἐρημωθεῖσαν — 宾格指示代名词 `ταύτην`(指代罗马)是不定式 `ἀπολαβεῖν` 的逻辑主语。由于紧接着插入了属格绝对结构 `ἑτέρας αὖθις ἐλθούσης ἀποικίας...`,在分析主干语法时需注意不要迷失关联。
  4. 1.73.4εὑρεθήσεται Ῥώμη γενομένη — 被动语态动词 `εὑρεθήσεται` 与分词 `γενομένη` 结合,构成表示发现某种事实的分词结构。主语为 `Ῥώμη`,意为“人们将会发现曾存在一个罗马”。
  5. 187ἀσαφὲς ἐκείνου καταλιπόντος — 属格绝对结构。代词属格 `ἐκείνου`(指代安条克)是分词 `καταλιπόντος` 的逻辑主语,而充当名词的中性形容词宾格 `ἀσαφές` 是其宾语,意为“由于他将此事留于模糊状态”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.73.1-1.73.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.73.1-1.73.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。