Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.67.1-1.67.4

佩纳特斯神像的奇迹回归及其身份考证

第 67 段,共 962 段 · 希腊语

内容简介

本段记述了建立阿尔巴隆加期间佩纳特斯神像神奇地重返拉维尼乌姆的奇迹,以及为此派遣移民前往照料的对策,并探讨了“佩纳特斯”一词的希腊语翻译、其外貌学说及作者对秘宝保持沉默的态度。

§1.67.1ἐν δὲ τῇ κτίσει τῆς πόλεως θαῦμα μέγιστον λέγεται γενέσθαι.
在建城之时,据说发生了一件极大的奇迹。
κατασκευασθέντος τοῖς ἕδεσι τῶν θεῶν, οὓς Αἰνείας ἐκ τῆς Τρωάδος ἠνέγκατο καὶ καθίδρυσεν ἐν τῷ Λαουϊνίῳ, ναοῦ χωρίον ἔχοντος ἄβατον καὶ τῶν ἱδρυμάτων ἐκ τοῦ Λαουϊνίου μετακομισθέντων εἰς τοῦτον τὸν μυχόν, ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κεκλεισμένων τε ὡς μάλιστα τῶν θυρῶν καὶ οὐδὲν παθόντων οὔτε περιβόλων οὔτε ὀροφῶν διαμείψαντα τὰ βρέτη τὴν στάσιν ἐπὶ τῶν §1.67.2ἀρχαίων εὑρεθῆναι κείμενα βάθρων·
在为埃涅阿斯从特洛伊地区带来并安置在拉维尼乌姆的诸神神像建造了一座拥有禁地(内殿)的神庙,并将这些圣物从拉维尼乌姆迁入这一深处之后,在随后的夜里,尽管庙门已被尽可能紧闭,且围墙和屋顶均未受到任何损坏,这些神像却改变了位置,被发现置于它们古老的基座上。
μετακομισθέντα δὲ αὖθις ἐκ τοῦ Λαουϊνίου σὺν ἱκετείαις καὶ θυσίαις ἀρεστηρίοις εἰς τὸ αὐτὸ χωρίον ὁμοίως ἀνελθεῖν.
当人们伴随着祈求和赎罪的祭祀再次将它们从拉维尼乌姆迁往同一地点时,它们同样又返回了原处。
τοὺς δὲ ἀνθρώπους τέως μὲν ἀπορεῖν ὅ τι χρήσονται τοῖς πράγμασιν οὔτε δίχα τῶν πατρῴων θεῶν οἰκεῖν ἀξιοῦντας οὔτε ἐπὶ τὴν ἐκλειφθεῖσαν οἴκησιν αὖθις ἀναστρέφειν, τελευτῶντας δὲ γνώμην εὑρέσθαι, ἣ ἔμελλεν ἀποχρώντως πρὸς ἀμφότερα ἕξειν· τὰ μὲν ἕδη κατὰ χώραν ἐᾶσαι μένειν, ἄνδρας δὲ τοὺς ἐπιμελησομένους αὐτῶν ἐκ τῆς Ἄλβας εἰς τὸ Λαουΐνιον αὖθις ἐποίκους μεταγαγεῖν.
一时间,人们对如何处理此事感到不知所措,因为他们既不愿在没有祖先神明的情况下生活,也不愿再次回到那已被废弃的住所;但最终他们找到了一个能兼顾两者的妥善办法:允许神像留在原处,但从阿尔巴派人作为移民返回拉维尼乌姆去照管它们。
καὶ ἐγένοντο οἱ πεμφθέντες ἑξακόσιοι μελεδωνοὶ τῶν ἱερῶν αὐτοῖς μεταναστάντες ἐφεστίοις· ἡγεμὼν δʼ ἐπʼ αὐτοῖς ἐτάχθη Αἴγεστος.
被派去的共有六百人,他们带着自己的家园(神龛)一同迁徙,成为了这些圣物的守护者;艾格斯托斯被任命为他们的领袖。
§1.67.3τοὺς δὲ θεοὺς τούτους Ῥωμαῖοι μὲν Πενάτας καλοῦσιν· οἱ δʼ ἐξερμηνεύοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν τοὔνομα οἱ μὲν Πατρῴους ἀποφαίνουσιν, οἱ δὲ Γενεθλίους, εἰσὶ δʼ οἳ Κτησίους, ἄλλοι δὲ Μυχίους, οἱ δὲ Ἑρκείους.
这些神明,罗马人称之为“佩纳特斯”;而将这一名称翻译成希腊语的人中,有人称其为“帕特罗奥伊(祖先神)”,有人称其为“格内特里奥伊(家族神)”,也有人称其为“克特西奥伊(财产神)”,另有人称其为“缪基奥伊(深处神)”,还有人称其为“赫尔凯奥伊(庭院神)”。
ἔοικε δὲ τούτων ἕκαστος κατά τινος τῶν συμβεβηκότων αὐτοῖς ποιεῖσθαι τὴν ἐπίκλησιν κινδυνεύουσί τε πάντες ἁμως2γέπως τὸ αὐτὸ §1.67.4λέγειν.
似乎他们每个人都是根据这些神明的某种相关属性来加以命名的,而他们实际上都多多少少在表达同一个意思。
σχήματος δὲ καὶ μορφῆς αὐτῶν πέρι Τίμαιος μὲν ὁ συγγραφεὺς ὧδε ἀποφαίνεται· κηρύκια σιδηρᾶ καὶ χαλκᾶ καὶ κέραμον Τρωικὸν εἶναι τὰ ἐν τοῖς ἀδύτοις τοῖς ἐν Λαουϊνίῳ κείμενα ἱερά, πυθέσθαι δὲ αὐτὸς ταῦτα παρὰ τῶν ἐπιχωρίων.
关于它们的形状和外貌,历史学家蒂迈欧这样阐述:存放在拉维尼乌姆内殿中的圣物是铁制和青铜制的传令官杖以及特洛伊陶器;而他自己是从当地人那里打听到这些事情的。
ἐγὼ δὲ ὅσα μὲν ὁρᾶν ἅπασιν οὐ θέμις οὔτε παρὰ τῶν ὁρώντων ἀκούειν οὔτε ἀναγράφειν οἴομαι δεῖν, νεμεσῶν δὲ καὶ τοῖς ἄλλοις, ὅσοι πλείω τῶν συγχωρουμένων ὑπὸ νόμου ζητεῖν ἢ γινώσκειν ἀξιοῦσιν.
但我认为,对于那些并非人人许可观看的事物,既不该向目击者打听,也不该加以记录,而且我也对其他所有企图探寻或了解超出法律允许范围之事的人感到愤慨。

词汇与语法注释

  1. 168κατασκευασθέντος — 属格绝对分词,其逻辑主语是后文的 ναοῦ(神殿)。τοῖς ἕδεσι τῶν θεῶν 是表示目的或利益的与格,意为“为了诸神的神像”。
  2. 168διαμείψαντα τὰ βρέτη — 主格中性复数分词 διαμείψαντα 与主格名词 τὰ βρέτη 充当不定式 εὑρεθῆναι(隶属于 λέγεται)的逻辑主语。意为“神像在改变了位置之后”。
  3. 168τελευτῶντας — 分词 τελευτῶντας 在此作状语使用,表示“最后”或“终于”。
  4. p.v.1p.109ὅσα μὲν ὁρᾶν ἅπασιν οὐ θέμις — 关系代名词 ὅσα 作为 οὔτε ... ἀκούειν οὔ特 ἀναγράφειν οἴομαι δεῖν 的宾语。ὁρᾶν 是隶属于无人称表达 οὐ θέμις [ἐστί](不合乎法度/不被允许)的不定式,意为“那些并非人人许可观看的事物”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.67.1-1.67.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.67.1-1.67.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。