§1.69.1Δάρδανον μὲν ἐν τῇ κτισθείσῃ τε ὑφʼ ἑαυτοῦ καὶ ὀνομασίας ὁμοίας τυχούσῃ πόλει τὰ ἕδη καταλιπεῖν, Ἰλίου δʼ ἐν ὑστέρῳ χρόνῳ συνοικισθέντος ἐκεῖσε μετενεχθῆναι πρὸς τῶν ἐγγόνων αὐτοῦ τὰ ἱερά.
达尔达诺斯在由自己建立且获得相似名字的城市中留下了这些神像,而当后来伊利翁被建立时,诸圣物被他的子孙移到了该处。
ποιήσασθαι δὲ τοὺς Ἰλιεῖς νεών τε καὶ ἄδυτον αὐτοῖς ἐπὶ τῆς ἄκρας καὶ φυλάττειν διʼ ἐπιμελείας ὅσης ἐδύναντο πλείστης θεόπεμπτά τε ἡγουμένους εἶναι καὶ σωτηρίας κύρια τῇ πόλει.
伊利翁人则在卫城上为他们建造了神庙和至圣所,并且尽其所能以最大程度的谨慎守护着,认为它们是上天所赐、关系到城市安全的关键之物。
§1.69.2ἁλισκομένης δὲ τῆς κάτω πόλεως τὸν Αἰνείαν καρτερὸν τῆς ἄκρας γενόμενον, ἄραντα ἐκ τῶν ἀδύτων τά τε ἱερὰ τῶν μεγάλων θεῶν καὶ ὅπερ ἔτι περιῆν Παλλάδιον ʽθάτερον γὰρ Ὀδυσσέα καὶ Διομήδην νυκτός φασιν εἰς Ἴλιον ἀφικομένους κλοπῇ λαβεῖνʼ οἴχεσθαί τε κομίσαντα ἐκ τῆς πόλεως καὶ ἐλθεῖν ἄγοντα εἰς Ἰταλίαν.
而在下城区被攻陷时,埃涅阿斯控制了卫城,他从至圣所中取出大神的圣物以及尚存的那尊帕拉迪翁神像(因为人们说另一尊被奥德修斯和迪奥墨德斯于夜间来到伊利翁盗走了),将其运出城市,并带到了意大利。
§1.69.3Ἀρκτῖνος δέ φησιν ὑπὸ Διὸς δοθῆναι Δαρδάνῳ Παλλάδιον ἓν καὶ εἶναι τοῦτο ἐν Ἰλίῳ τέως ἡ πόλις ἡλίσκετο κεκρυμμένον ἐν ἀβάτῳ· εἰκόνα δʼ ἐκείνου κατεσκευασμένην ὡς μηδὲν τῆς ἀρχετύπου διαφέρειν ἀπάτης τῶν ἐπιβουλευόντων ἕνεκεν ἐν φανερῷ τεθῆναι καὶ αὐτὴν Ἀχαιοὺς ἐπιβουλεύσαντας λαβεῖν.
但阿克提努斯说,宙斯将一尊帕拉迪翁神像赠予了达尔达诺斯,并且在城市被攻陷期间,这尊神像一直被藏在伊利翁一处不可进入的禁地里;而一尊制作得与原型毫无二致的复制像,为了欺骗那些心怀不轨的人而被置于显眼处,阿开亚人设计夺走的正是这一尊复制像。
§1.69.4τὰ μὲν οὖν εἰς Ἰταλίαν ὑπʼ Αἰνείου κομισθέντα ἱερὰ τοῖς εἰρημένοις ἀνδράσι πειθόμενος γράφω τῶν τε μεγάλων θεῶν εἰκόνας εἶναι, οὓς Σαμοθρᾷκες Ἑλλήνων μάλιστα ὀργιάζουσι, καὶ τὸ μυθευόμενον Παλλάδιον, ὅ φασι τὰς ἱερὰς φυλάττειν παρθένους ἐν ναῷ κείμενον Ἑστίας, ἔνθα καὶ τὸ ἀθάνατον διασώζεται πῦρ·
因此,我信从上述人士的说法,写道:由埃涅阿斯带到意大利的诸圣物,既是大神的像——在希腊人中,萨莫色雷斯人最虔诚地祭祀他们——又是传说中的帕拉迪翁神像,人们说它安放在赫斯提亚的神庙中并由神圣的处女们守护着,那里还保存着不灭之火。
ὑπὲρ ὧν ἐν ὑστέρῳ λεχθήσεται λόγῳ.
关于这些事情,将在后文讨论。
εἴη δʼ ἂν καὶ παρὰ ταῦτα τοῖς βεβήλοις ἡμῖν ἄδηλα ἕτερα.
此外,或许还有其他事情,对我们这些未入秘仪的人来说是不明了的。
καὶ περὶ μὲν τῶν Τρωικῶν ἱερῶν τοσαῦτα εἰρήσθω.
关于特洛伊的圣物,就说到这里。