Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.55.1-1.55.5

登陆劳伦图姆与吃掉餐桌神谕的实现

第 55 段,共 962 段 · 希腊语

内容简介

特洛伊人抵达劳伦图姆,奇迹般出现的泉水解除了他们的干渴,随后在用餐时他们吃掉充当餐桌的薄饼,从而意识到“吃掉餐桌”之神谕的实现。

§1.55.1τοῦ δὲ μηκέτι προσωτέρω τῆς Εὐρώπης πλεῦσαι τὸν Τρωικὸν στόλον οἵ τε χρησμοὶ αἴτιοι ἐγένοντο τέλος λαβόντες ἐν τούτοις τοῖς χωρίοις καὶ τὸ δαιμόνιον πολλαχῶς τὴν ἑαυτοῦ βούλησιν ἐνδεικνύμενον·
至于特洛伊舰队不再向欧洲更远航行之事,既是由于神谕在这些地方得到了实现,也是由于神意以各种方式表明了自己的意志。
ἐπειδὴ γὰρ ὅρμῳ χρησάμενοι τῷ Λωρεντῷ σκηνὰς ἐπήξαντο περὶ τὸν αἰγιαλόν, πρῶτον μὲν πιεζομένοις τοῖς ἀνθρώποις ὑπὸ δίψης οὐκ ἔχοντος ὕδωρ τοῦ τόπου ʽλέγω δὲ ἃ παρὰ τῶν ἐγχωρίων παρέλαβονʼ λιβάδες αὐτόματοι νάματος ἡδίστου ἐκ γῆς ἀνελθοῦσαι ὤφθησαν, ἐξ ὧν ἥ τε στρατιὰ πᾶσα ὑδρεύσατο καὶ ὁ τόπος περίρρυτος γέγονε μέχρι θαλάττης καταβάντος ἀπὸ τῶν πηγῶν τοῦ ῥεύματος.
因为,当他们利用劳伦图姆的停泊地在海岸周围搭起帐篷时,首先,在人们饱受干渴折磨而该地又没有水的时候(我说的是我从当地人那里听来的事情),人们看见甘甜的自然泉水从地里涌出,全军都由此汲水,且由于溪流从源头流向大海,该地变得四处湿润。
§1.55.2νῦν μέντοι οὐκέτι πλήθουσιν ὥστε καὶ ἀπορρεῖν αἱ λιβάδες, ἀλλʼ ἔστιν ὀλίγον ὕδωρ ἐν κοίλῳ χωρίῳ συνεστηκὸς, λεγόμενον ὑπὸ τῶν ἐγχωρίων ἱερὸν ἡλίου· καὶ βωμοὶ δύο παρʼ αὐτῷ δείκνυνται, ὁ μὲν πρὸς ἀνατολὰς τετραμμένος, ὁ δὲ πρὸς δύσεις, Τρωικὰ ἱδρύματα, ἐφʼ ὧν τὸν Αἰνείαν μυθολογοῦσι πρώτην θυσίαν ποιήσασθαι τῷ θεῷ χαριστήριον τῶν ὑδάτων.
然而,现在这些泉水不再充盈到溢出的程度,而是在低洼处积存着少许的水,被当地人称为“太阳之圣所”;其旁展示着两座祭坛,一座朝东,一座朝西,皆为特洛伊人的建筑,传说埃涅阿斯在上面向神献祭,作为对水源的感谢。
§1.55.3ἔπειτα ἄριστον αὐτοῖς αἱρουμένοις ἐπὶ τοῦ δαπέδου σέλινα μὲν πολλοῖς ὑπέστρωτο καὶ ἦν ταῦτα ὥσπερ τράπεζα τῶν ἐδεσμάτων· ὡς δέ φασί τινες, ἴτρια καρποῦ πεποιημένα πυρίνου, καθαρειότητος ταῖς τροφαῖς ἕνεκα.
随后,当他们在地上吃午餐时,许多人身下铺着芹菜,这些芹菜就像盛放食物的餐桌;或者如一些人所说,是为了食物的清洁而用小麦面粉制成的薄饼。
ἐπεὶ δὲ αἱ παρατεθεῖσαι τροφαὶ κατανάλωντο, τῶν ὑπεστρωμένων αὐτοῖς σελίνων εἴτε ἰτρίων ἔφαγέ τις καὶ αὖθις ἕτερος·
当摆在面前的食物被吃完时,有人吃掉了铺在下面的芹菜或薄饼,随后另一人也跟着吃了。
ἐν τούτῳ τυγχάνει τις εἰπὼν εἴτε τῶν Αἰνείου παίδων, ὡς λόγος ἔχει, εἴτε τῶν ὁμοσκήνων, Ἀλλʼ ἡμῖν γε ἤδη καὶ ἡ τράπεζα κατεδήδεσται·
就在这时,埃涅阿斯的孩子之一(如传说所言)或是同帐篷的人中恰巧有人说:“瞧啊,我们现在连餐桌都吃光了!
ὡς δὲ τοῦτο ἤκουσαν, ἅπαντες ἀνεθορύβησαν, ὡς τὰ §1.55.4πρῶτα τοῦ μαντεύματος ἤδη σφίσι τέλος ἔχοι.
”听到这话,大家齐声欢呼,认为神谕的第一部分已经对他们实现了。
ἦν γάρ τι θέσφατον αὐτοῖς, ὡς μέν τινες λέγουσιν ἐν Δωδώνῃ γενόμενον, ὡς δʼ ἕτεροι γράφουσιν ἐν ἐρυθρᾷ χέρσῳ τῆς Ἴδης, ἔνθα ᾤκει Σίβυλλα ἐπιχωρία νύμφη χρησμῳδός, ἣ αὐτοῖς ἔφρασε πλεῖν ἐπὶ δυσμῶν ἡλίου, τέως ἂν εἰς τοῦτο τὸ χωρίον ἔλθωσιν, ἐν ᾧ κατέδονται τὰς τραπέζας· ὅταν δὲ τοῦτο μάθωσι γενόμενον, ἡγεμόνα τετράποδα ποιησαμένους, ὅπου ἂν κάμῃ τὸ §1.55.5ζῷον, ἐνταῦθα δείμασθαι πόλιν.
因为他们曾得到过某种神示,有人说是在多多纳得到的,另一些人写道是在伊达山的红土地,那里居住着当地的预言仙女西比拉,她曾告诉他们向落日方向航行,直到来到他们将吃掉餐桌的地方;而当他们得知此事发生时,便以一只四足野兽为向导,在这只动物精疲力竭的地方建造一座城市。
τοῦτο δὴ τὸ θεοπρόπιον ἀναμνησθέντες, οἱ μὲν τὰ ἕδη τῶν θεῶν Αἰνείου κελεύσαντος εἰς τὸ ἀποδειχθὲν χωρίον ἐκ τῆς νεὼς ἐξέφερον, οἱ δὲ βάθρα καὶ βωμοὺς κατεσκεύαζον αὐτοῖς, αἱ δὲ γυναῖκες ὀλολυγῇ καὶ χορείαις χρώμεναι παρεκόμιζον τὰ ἱερά, οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν παρασκευασθείσης θυσίας ἔχοντες τοὺς στεφάνους περὶ τὸν βωμὸν ἔστησαν.
于是,他们回想起这个神谕,在埃涅阿斯的命令下,一些人将神像从船上抬到指定的地点,另一些人为它们建造了基座和祭坛,妇女们伴着欢呼和舞蹈护送圣物,而埃涅阿斯身边的人在祭坛周围戴上花环,准备好祭祀。

词汇与语法注释

  1. 1.55.1τοῦ δὲ μηκέτι προσωτέρω τῆς Εὐρώπης πλεῦσαι — 带冠词不定式的属格。置于句首以提示主题或原因,与后文主句中的“成为原因”(αἴτιοι ἐγένοντο)相呼应,表示“至于特洛伊舰队不再……航行之事”。
  2. 1.55.1πιεζομένοις τοῖς ἀνθρώποις — 与格分词短语。虽然形式上类似于与格独立结构,但其实是依附于主动词 ὤφθησαν(显现、被看见)的关系与格,表示“在人们饱受干渴折磨时,在他们眼前显现了……”。
  3. 1.55.3κατεδήδεσται — 动词 κατεσθίω(吃尽)的直陈式完了被动第三人称单数。以 τράπεζα(餐桌)为主语,表达“餐桌已被吃光”,幽默地指代了充当餐桌的食用垫物已被吃掉,预示着神谕的实现。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.55.1-1.55.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.55.1-1.55.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。