§1.56.1ἐν ᾧ δὲ οὗτοι τὰς εὐχὰς ἐποιήσαντο, ἡ μέλλουσα καθιεροῦσθαι ὗς ἐγκύμων οὖσα καὶ οὐ πρόσω τόκου καταρχομένων αὐτῆς τῶν θυτήρων διασεισαμένη καὶ ἀποφυγοῦσα τοὺς κατέχοντας ἄνω ἔθει.
当这些人正在祈祷时,那头即将被献祭的、怀着孕且分娩在即的母猪,在祭司们正要开始仪式时,挣脱并逃离了按住它的人,往高处跑去。
Αἰνείας δὲ μαθὼν ὅτι ταύτην ἄρα τὴν τετράποδα ἡγεμόνα τὸ θέσφατον αὐτοῖς ἐδήλου παρηκολούθει σὺν ὀλίγοις μικρὸν ὑπολειπόμενος, δεδοικὼς μὴ ὑπὸ θορύβου τῶν διωκόντων ἀποτραπείη τῆς κατὰ §1.56.2δαίμονα ὁδοῦ.
埃涅阿斯明白,原来神谕向他们指示的四足向导正是这一只,因为担心追赶者的喧闹会使它偏离神指引的道路,便带着少数人稍微落在后面紧随其后。
καὶ ἡ μὲν ἀμφὶ τοὺς εἴκοσι καὶ τέτταρας σταδίους ἀπὸ θαλάττης διελθοῦσα λόφον τινὰ προσανατρέχει, ἔνθα ὑπὸ καμάτου μοχθήσασα καθέζεται.
而它在从海边走了大约二十四斯塔德之后,奔上了一座山丘,并在那里因疲惫不堪而趴了下来。
τῷ δὲ Αἰνείᾳ ʽτέλος γὰρ τὰ μαντεύματα ἐφαίνετο ἔχεινʼ ὁρῶντι τὸ χωρίον γῆς τε οὐκ ἐν καλῷ καὶ θαλάττης πρόσω καὶ οὐδὲ ταύτης ἐνορμίσασθαι ἀγαθῆς, πολλὴ παρίσταται ἀμηχανία, πότερα χρὴ τῷ θεσφάτῳ πειθομένους αὐτοῦ κατοικεῖν, ἔνθα λυπηρὸν εἰσαεὶ βίον τρίψουσιν οὐδενὸς χρηστοῦ ἀπολαύοντες, ἢ προσωτέρω χωρητέον ἐπὶ γῆς ἀμείνονος μάστευσιν.
至于埃涅阿斯——因为神谕此时似乎已经得到了实现——在看到这个地方既不属于肥沃土地,又远离大海,甚至连这片海域也无法安全停泊时,陷入了极大的两难之中:究竟是应当服从神谕在此定居(哪怕在那里他们将永远过着痛苦的生活,享受不到任何好处),还是应当继续前行,去寻找更好的土地。
§1.56.3ταῦτα δὲ αὐτῷ διανοουμένῳ καὶ τοὺς θεοὺς ἔχοντι διʼ αἰτίας ἄφνω λέγεται φωνή τις ἐκ τῆς νάπης ἀφανοῦς ὄντος τοῦ φθεγγομένου προσπεσεῖν κελεύουσα μένειν τε αὐτόθι καὶ πολίζεσθαι διὰ ταχέων καὶ μὴ τῷ ἀπόρῳ τῆς παρούσης δόξης ἐπιτρέψαντα, εἰ μὴ ἐν εὐβότῳ γῇ τὸν βίον ἱδρύσεται, τὴν μέλλουσάν τε καὶ §1.56.4ὅσον οὔπω παροῦσαν εὐτυχίαν ἀπώσασθαι.
正当他思考着这些,并对神明心生怨尤时,忽听得林中传来一个声音,说话者并未露面,敕令他留在当地并迅速建城,不要因为目前生活无法在肥沃的土地上扎根,就屈服于眼前的困境,从而推开那未来且指日可待的福祉。
εἶναι γὰρ αὐτῷ πεπρωμένον ἐκ ταύτης ὁρμώμενον τῆς λυπρᾶς καὶ ὀλίγης τὸ πρῶτον οἰκήσεως πολλὴν καὶ ἀγαθὴν ἐπικτήσασθαι γῆν σὺν χρόνῳ· παισὶ δὲ αὐτοῦ καὶ ἐγγόνοις ἔσεσθαι ἀρχὴν μεγίστην καὶ ἐπὶ πλεῖστον χρόνον ἐκμηκυνθησομένην ὑπάρξαι.
因为他命中注定,起初虽从这贫瘠狭小的居住地出发,但随着时间的推移,必将获得广阔而富饶的土地;且他的子孙后代将拥有最大、最长久的统治权。
ταύτην μὲν οὖν ἐν τῷ παρόντι καταγωγὴν ἔσεσθαι τοῖς Τρωσί· μετὰ δὲ τοσούτους ἐνιαυτοὺς ὅσους ἂν ἡ ὗς τέκῃ χοίρους κτισθήσεσθαι πρὸς τῶν ἐξ ἐκείνου γενησομένων πόλιν ἑτέραν εὐδαίμονα καὶ μεγάλην.
因此,目前这将是特洛伊人的栖身之所;但在经历了与那头母猪所产幼崽数量相同的年岁之后,他的后代将建立起另一座繁荣而伟大的城市。
μαθόντα δὲ τὸν Αἰνείαν καὶ νομίσαντα δαιμόνιόν τι τὸ χρῆμα τῆς φωνῆς εἶναι ποιεῖν ὡς ὁ θεὸς ἐκέλευεν.
埃涅阿斯明白了这一切,并认为这声音是个神迹,便遵照神的旨意去做了。
§1.56.5ἕτεροι δὲ λέγουσιν ἀδημονοῦντι τῷ ἀνδρὶ καὶ παρεικότι τὸ σῶμα ὑπὸ λύπης καὶ οὔτε ἐπὶ τὸ στρατόπεδον καταβάντι οὔτε σῖτα προσενεγκαμένῳ, αὐτοῦ δὲ ὡς ἔτυχεν αὐλισθέντι τὴν νύκτʼ ἐκείνην, ἐπιστῆναι μεγάλην τινὰ καὶ θαυμαστὴν ἐνυπνίου τῶν θεῶν τινι τῶν πατρίων εἰκασθεῖσαν ὄψιν τὰ λεχθέντα μικρῷ πρότερον ὑποτιθεμένην· ὁποτέρως δὲ τἀληθὲς ἔχει θεοῖς ἂν εἴη γνώριμον.
另一些人则说,当他忧心忡忡、因悲伤而委顿不堪,既不回营,也不进食,只是在当地随处度过那晚时,梦中出现了一个高大而奇妙的幻象,酷似他们祖先的神明之一,向他提出了不久前所说的那些指示;究竟哪一种是真,唯有神明知晓。
τῇ δʼ ἑξῆς ἡμέρᾳ τριάκοντα λέγεται χοίρους ἡ ὗς ἐκτεκεῖν, καὶ τοσούτοις ἐνιαυτοῖς ὕστερον ὑπὸ τῶν Τρώων ἑτέρα κτισθῆναι πόλις κατὰ τὸ θέσφατον, ὑπὲρ ἧς ἐν τῷ οἰκείῳ τόπῳ διαλέξομαι.
据说在第二天,那头母猪产下了三十只小猪,并在同样年岁之后,特洛伊人遵照神谕建立起另一座城市。 关于此城,我将在合适的章节予以讨论。