Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.54.1-1.54.3

埃涅阿斯的多处墓冢与意大利的纪念碑

第 54 段,共 962 段 · 希腊语

内容简介

作者针对埃涅阿斯的坟墓存在于多处这一疑问进行了解释,指出对于流浪的英雄而言,因各地人们感激其恩惠而建立纪念碑是常见现象,并论证其在意大利的纪念碑的存在证明了他曾到访该地。

§1.54.1εἰ δέ τινας ταράττει τὸ πολλαχῇ λέγεσθαί τε καὶ δείκνυσθαι τάφους Αἰνείου ἀμηχάνου ὄντος ἐν πλείοσι τὸν αὐτὸν τεθάφθαι χωρίοις, ἐνθυμηθέντες ὅτι κοινόν ἐστιν ἐπὶ πολλῶν τοῦτό γε τὸ ἄπορον καὶ μάλιστα τῶν μὲν ἐπιφανεῖς τὰς τύχας, πλάνητας δὲ τοὺς βίους ἐσχηκότων, μαθέτωσαν ὅτι χωρίον μὲν ἓν τὸ δεξάμενον τὰ σώματα αὐτῶν ἦν, μνημεῖα δὲ παρὰ πολλοῖς κατεσκεύαστο διʼ εὔνοιαν τῶν ἐν ὠφελείαις τισὶ διʼ αὐτοὺς γενομένων, μάλιστα εἰ τοῦ γένους αὐτῶν τι περιῆν ἢ πόλεώς τινος ἀπόκτισις ἢ χρόνιοί τινες καὶ φιλάνθρωποι μοναί·
如果由于同一个人不可能埋葬在多个地方,而埃涅阿斯的坟墓却在许多地方被谈论并被指出这一事实使一些人感到困惑,那么让他们记住:这同样的困难()在许多人身上都是共同的,特别是那些经历过显赫命运却度过流浪生涯()的人;并让他们知晓:虽然接纳他们身体的地方只有一个,但由于因他们而获得某些恩惠之人的好意,许多人之间建立起了纪念碑,特别是如果他们的子嗣有幸存者,或是从某个城市进行了殖民,或是有过长期且友好的停留。
οἷα δὴ καὶ περὶ §1.54.2τόνδε τὸν ἥρωα μυθολογούμενα ἴσμεν.
正如我们所知,关于这位英雄也有这样的传说。
Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρʼ αὐτῶν τὴν εὔνοιαν, διʼ ἣν τὸν μετʼ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.
因为他为伊利翁做出了在城陷时不至全军覆没的贡献,在被称为贝布里基亚的土地上安排了辅助军队得以生还,在弗里吉亚留下了他的儿子阿斯卡尼奥斯为王,在帕莱内建立了一座以自己名字命名的城市,在阿卡迪亚将女儿们嫁出,在西西里留下了他的一部分军队,并且因被认为在其他许多地方赐予了友好的停留,从而获得了他们()自发的好意,也正是因为这种好意,在结束了人世间的生命之后,他被授予英雄的荣誉,并在许多地方通过建立纪念碑而受到尊崇。
§1.54.3ἐπεὶ φέρε τίνας ἂν αἰτίας ἔχοι τις ὑποθέσθαι τῶν ἐν Ἰταλίᾳ αὐτοῦ μνημάτων, εἰ μήτε ἦρξε τούτων τῶν χωρίων μήτε καταγωγὰς ἐν αὐτοῖς ἐποιήσατο μήθʼ ὅλως ἐγνώσθη πρὸς αὐτῶν;
那么请想一想,如果他既没有统治过这些地方,也没有在其中建立停泊地,更完全不为他们所知,人们对他在意大利的纪念碑能设想出什么原因呢?
ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις λεχθήσεται, καθότι ἂν ὁ λόγος ἐφʼ ἑκάστου καιροῦ δηλωθῆναι ἀπαιτῇ.
不过关于这些事情,此后还将再次谈及,正如叙述在每个特定时机要求予以阐明的那样。

词汇与语法注释

  1. 1.54.1ἀμηχάνου ὄντος — 无人称表达 `ἀμήχανόν ἐστι`(是不可能的)以分词形式构成了属格绝对结构,其后的不定式短语 `τὸν αὐτὸν τεθάφθαι ἐν πλείοσι χωρίοις`(同一个人被埋葬在多个地方)作为其逻辑主语。
  2. 1.54.1οἷα δὴ — 中性复数关系代词 `οἷα` 指代前文所述的各种情况(子嗣幸存、殖民、长期的友好停留等),并伴随分词 `μυθολογούμενα`(被传述)共同作为 `ἴσμεν`(我们知道)的宾语。
  3. 1.54.2Ἰλίῳ μὲν γὰρ — 从句首开始的一系列分词(`παρασχών`、`παρασκευάσας`、`καταλιπών`、`κτίσας`、`κηδεύσας`、`ὑπολιπόμενος`、`δοκῶν`)全部修饰主句主语埃涅阿斯,表示他在各地带来恩惠的原因或方式。整句的主动词是后半部分的 `εἶχε`。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.54.1-1.54.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.54.1-1.54.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。