§1.40.1οἱ δὲ Ἀβοριγῖνες καὶ τῶν Ἀρκάδων οἱ τὸ Παλλάντιον κατοικοῦντες, ὡς τοῦ τε Κάκου τὸν θάνατον ἔγνωσαν καὶ τὸν Ἡρακλέα εἶδον, τῷ μὲν ἀπεχθόμενοι διὰ τὰς ἁρπαγάς, τοῦ δὲ τὴν ὄψιν ἐκπαγλούμενοι θεῖόν τι χρῆμα ἐνόμισαν ὁρᾶν καὶ τοῦ λῃστοῦ μέγα εὐτύχημα τὴν ἀποβολὴν ἐποιοῦντο.
原住民以及居住在帕兰提翁的阿卡迪亚人,当他们得知卡库斯的死讯并见到赫拉克勒斯时,由于憎恨前者的掠夺,又对后者的容貌深感敬畏,便认为自己看到了某种神圣的存在,并把消灭那个强盗看作是一件极大的幸事。
οἱ δὲ πένητες αὐτῶν κλάδους δρεψάμενοι δάφνης, ἣ πολλὴ περὶ τὸν τόπον ἐφύετο, ἐκεῖνόν τε καὶ αὑτοὺς ἀνέστεφον, ἧκον δὲ οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες.
他们中的穷人折下该地大量自生的月桂树枝,戴在赫拉克勒斯和他们自己的头上,他们的国王们也前来邀请赫拉克勒斯接受款待。
ὡς δὲ καὶ τοὔνομα καὶ τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις διεξιόντος ἔμαθον, ἐνεχείριζον αὐτῷ τήν τε χώραν καὶ σφᾶς αὐτοὺς ἐπὶ φιλίᾳ.
当他们从赫拉克勒斯本人的叙述中得知他的名字、出身和事迹后,便为了友好而将土地和他们自己都托付给了他。
§1.40.2Εὔανδρος δὲ παλαίτερον ἔτι τῆς Θέμιδος ἀκηκοὼς διεξιούσης, ὅτι πεπρωμένον εἴη τὸν ἐκ Διὸς καὶ Ἀλκμήνης γενόμενον Ἡρακλέα διαμείψαντα τὴν θνητὴν φύσιν ἀθάνατον γενέσθαι διʼ ἀρετήν, ἐπειδὴ τάχιστα ὅστις ἦν ἐπύθετο, φθάσαι βουλόμενος ἅπαντας ἀνθρώπους Ἡρακλέα θεῶν τιμαῖς πρῶτος ἱλασάμενος, βωμὸν αὐτοσχέδιον ὑπὸ σπουδῆς ἱδρύεται καὶ δάμαλιν ἄζυγα θύει πρὸς αὐτῷ, τὸ θέσφατον ἀφηγησάμενος Ἡρακλεῖ καὶ δεηθεὶς τῶν ἱερῶν κατάρξασθαι.
而埃万德罗斯早在以前就听忒弥斯详细讲过,由宙斯和阿尔克墨涅所生的赫拉克勒斯注定要在脱离凡人本性后因其德行而成为神明。 因此,当他一得知他是谁,便希望抢在所有人之前,成为第一个用神圣的尊荣来抚慰赫拉克勒斯的人,于是在匆忙中建立了一座临时祭坛,并在祭坛旁献祭了一头未受轭的年轻母牛。 他向赫拉克勒斯讲述了神谕,并请求他开始主持祭祀。
§1.40.3ἀγασθεὶς δὲ τοὺς ἀνθρώπους τῆς φιλοξενίας Ἡρακλῆς, τὸν μὲν δῆμον ἑστιάσει ὑποδέχεται θύσας τῶν βοῶν τινας καὶ τῆς ἄλλης λείας τὰς δεκάτας ἐξελών·
赫拉克勒斯对人们的款待深表赞赏,在献祭了部分牛群并拨出其余战利品的十分之一后,设宴款待了民众。
τοὺς δὲ βασιλεῖς χώρᾳ πολλῇ δωρεῖται Λιγύων τε καὶ τῶν ἄλλων προσοίκων, ἧς μέγα ἐποιοῦντο ἄρχειν, παρανόμους τινὰς ἐξ αὐτῆς ἐκβαλὼν ἀνθρώπους.
他将利古里亚人及其他邻近居民的大片土地赠予了国王们,对他们来说,统治这些土地是一件大有荣耀的事,而在此之前,他已将一些不法之徒从那片土地上驱逐出去。
λέγεται δὲ πρὸς τούτοις, ὡς καὶ δέησίν τινα ποιήσαιτο τῶν ἐπιχωρίων, ἐπειδὴ πρῶτοι θεὸν αὐτὸν ἐνόμισαν, ὅπως ἀθανάτους αὐτῷ διαφυλάττωσι τὰς τιμὰς, θύοντες μὲν ἄζυγα δάμαλιν ἀνὰ πᾶν ἔτος, ἁγιστεύοντες δὲ τὴν ἱερουργίαν ἔθεσιν Ἑλληνικοῖς·
此外,据说他还向当地居民提出请求,既然他们是第一个将他视为神明的人,希望他们每年献祭一头未受轭的年轻母牛,并按照希腊的习俗举行神圣的仪式,以此来为他保持不朽的尊荣。
καὶ ὡς διδάξειεν αὐτοὺς τὰς θυσίας, ἵνα διὰ παντὸς αὐτῷ κεχαρισμένα θύοιεν, οἴκους δύο τῶν ἐπιφανῶν παραλαβών.
据说他还接纳了两个显赫的家族,向他们传授了祭祀仪式,以便他们能一直献祭令他喜悦的祭品。
§1.40.4εἶναι δὲ τοὺς μαθόντας τότε τὴν Ἑλληνικὴν ἱερουργίαν Ποτιτίους τε καὶ Πιναρίους, ἀφʼ ὧν τὰ γένη διαμεῖναι μέχρι πολλοῦ τὴν ἐπιμέλειαν ποιούμενα τῶν θυσιῶν, ὡς ἐκεῖνος κατεστήσατο, Ποτιτίων μὲν ἡγουμένων τῆς ἱερουργίας καὶ τῶν ἐμπύρων ἀπαρχομένων, Πιναρίων δὲ σπλάγχνων τε μετουσίας εἰργομένων καὶ ὅσα ἄλλα ἐχρῆν ὑπʼ ἀμφοῖν γίνεσθαι τὴν δευτέραν τιμὴν ἐχόντων.
据说,当时学习希腊式神圣仪式的是波提提乌斯家族和皮纳里乌斯家族,由他们传下来的氏族在很长一段时间内一直负责祭祀的事务,正如赫拉克勒斯所确立的那样。 波提提乌斯家族主持仪式并献上火祭的初实,而皮纳里乌斯家族则被排除在分享内脏之外,并在双方共同进行的其余所有事务中占第二等的荣誉。
ταύτην δὲ αὐτοῖς προστεθῆναι τὴν ἀτιμίαν ὀψίμου τῆς παρουσίας ἕνεκα, ἐπειδὴ ἕωθεν αὐτοῖς κελευσθὲν ἥκειν ἐσπλαγχνευμένων ἤδη τῶν ἱερῶν ἀφίκοντο.
给他们加上这一不名誉的原因是他们来迟了,因为虽然被命令早上前来,但他们在祭品的内脏已经祭献完毕后才到达。
§1.40.5νῦν μέντοι οὐκέτι τοῖς γένεσι τούτοις ἡ περὶ τὰς ἱερουργίας ἐπιμέλεια ἀνάκειται, ἀλλὰ παῖδες ἐκ τοῦ δημοσίου ὠνητοὶ δρῶσιν αὐτάς.
然而现在,祭祀的事务已经不再托付给这些家族,而是由公费购买的奴隶少年来执行。
διʼ ἃς δὲ αἰτίας τὸ ἔθος μετέπεσε, καὶ τίς ἡ τοῦ δαίμονος ἐπιφάνεια περὶ τὴν ἀλλαγὴν τῶν ἱεροποιῶν ἐγένετο, ἐπειδὰν κατὰ τοῦτο γένωμαι τοῦ §1.40.6λόγου τὸ μέρος, διηγήσομαι.
至于这一习俗是因何原因改变的,以及关于祭司的更换发生了神明的何种显现,我将在叙述进行到这一部分时予以详述。
ὁ δὲ βωμός, ἐφʼ οὗ τὰς δεκάτας ἀπέθυσεν Ἡρακλῆς, καλεῖται μὲν ὑπὸ Ῥωμαίων Μέγιστος, ἔστι δὲ τῆς Βοαρίας λεγομένης ἀγορᾶς πλησίον, ἁγιστευόμενος εἰ καί τις ἄλλος ὑπὸ τῶν ἐπιχωρίων·
赫拉克勒斯献祭十分之一的祭坛被罗马人称为“最大祭坛”,它位于所谓的牛市附近,受到当地人极其神圣的崇敬,不亚于其他任何地方。
ὅρκοι τε γὰρ ἐπʼ αὐτῷ καὶ συνθῆκαι τοῖς βουλομένοις βεβαίως τι διαπράττεσθαι καὶ δεκατεύσεις χρημάτων γίνονται συχναὶ κατʼ εὐχάς·
因为那些希望切实办成某事的人会在该祭坛上进行誓言和缔结盟约,并且人们经常按照誓愿在这里进行财产的十分之一献祭。
τῇ μέντοι κατασκευῇ πολὺ τῆς δόξης ἐστὶ καταδεέστερος·
然而,就其建筑结构而言,它远逊于其名声。
πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς Ἰταλίας ἀνεῖται τεμένη τῷ θεῷ, καὶ βωμοὶ κατὰ πόλεις τε ἵδρυνται καὶ παρʼ ὁδούς, καὶ σπανίως ἂν εὕροι τις Ἰταλίας χῶρον, ἔνθα μὴ τυγχάνει τιμώμενος ὁ θεός.
在意大利的其他许多地方也为这位神明奉献了圣域,城市中和道路旁都建立了祭坛,人们很少能找到意大利有什么地方是这位神明不受尊崇的。
ὁ μὲν οὖν μυθικὸς λόγος ὑπὲρ αὐτοῦ τοιός2δε παραδέδοται.
那么,关于他的神话式传说便是这样流传下来的。