Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.41.1-1.41.3

赫拉克勒斯远征的历史阐释与利古里亚之战

第 41 段,共 962 段 · 希腊语

内容简介

提出了关于赫拉克勒斯远征意大利的历史理性主义解释,将他描绘成率领大军的文明化领袖,而非单纯的牧牛人,并引用埃斯库罗斯的诗句描述了他在阿尔卑斯山与利古里亚人的激烈战斗。

§1.41.1ὁ δʼ ἀληθέστερος, ᾧ πολλοὶ τῶν ἐν ἱστορίας σχήματι τὰς πράξεις αὐτοῦ διηγησαμένων ἐχρήσαντο, τοιός2δε· ὡς στρατηλάτης γενόμενος ἁπάντων κράτιστος τῶν καθʼ ἑαυτὸν Ἡρακλῆς καὶ δυνάμεως πολλῆς ἡγούμενος ἅπασαν ἐπῆλθε τὴν ἐντὸς Ὠκεανοῦ, καταλύων μὲν εἴ τις εἴη τυραννὶς βαρεῖα καὶ λυπηρὰ τοῖς ἀρχομένοις ἢ πόλις ὑβρίζουσα καὶ λωβωμένη τὰς πέλας ἢ μοναὶ ἀνθρώπων ἀνημέρῳ διαίτῃ καὶ ξενοκτονίαις ἀθεμίστοις χρωμένων, καθιστὰς δὲ νομίμους βασιλείας καὶ σωφρονικὰ πολιτεύματα καὶ βίων ἔθη φιλάνθρωπα καὶ κοινοπαθῆ·
而更为真实的说法(许多以历史的形式叙述其事迹的人都采用了这一说法)则是这样的:赫拉克勒斯成为了他那个时代所有最强有力的统帅,并率领大军走遍了俄刻阿诺斯内部的所有土地。 他一路上消灭那些对臣民残酷而令人痛苦的僭主统治,或是对邻近城市进行侮辱和伤害的城邦,以及那些过着野蛮生活并进行不法屠杀外乡人之人的住所;同时建立起合法的王权、节制的国体以及充满人性且休戚与共的生活习俗。
πρὸς δὲ τούτοις Ἕλλησί τε βαρβάρους συγκεραννύμενος καὶ θαλαττίοις ἠπειρώτας, οἳ τέως ἀπίστους καὶ ἀσυναλλάκτους εἶχον ὁμιλίας, ἐρήμῳ τε γῇ πόλεις ἐνιδρυόμενος καὶ ποταμοὺς ἐκτρέπων ἐπικλύζοντας πεδία καὶ τρίβους ἐκτέμνων ἀβάτοις ὄρεσι καὶ τἆλλα μηχανώμενος, ὡς ἅπασα γῆ καὶ θάλαττα κοινὴ ταῖς ἁπάντων χρείαις γενήσοιτο.
此外,他还将希腊人与蛮族、内陆人与沿海人融合在一起(他们此前彼此不信任且毫无交往),并在荒凉的土地上建立城市,疏导淹没平原的河流,在无法通行的山中开辟道路,并策划其他一切事务,以使所有的土地和海洋都能共同服务于所有人的需要。
§1.41.2ἀφίκετο δὲ εἰς Ἰταλίαν οὐ μονόστολος οὐδὲ ἀγέλην βοῶν ἐπαγόμενος· ʽοὔτε γὰρ ὁ χῶρος ἐν τρίβῳ τοῖς εἰς Ἄργος ἐξ Ἰβηρίας ἀνασκευαζομένοις, οὔτε τοῦ διελθεῖν ἕνεκα τὴν χώραν τοσαύτης ἂν ἠξιώθη τιμῆς· ̓ ἀλλʼ ἐπὶ δουλώσει καὶ ἀρχῇ τῶν τῇδε ἀνθρώπων στρατὸν ἄγων πολὺν Ἰβηρίαν ἤδη κεχειρωμένος·
他来到意大利,既不是孤身一人,也不是赶着牛群——因为对于那些从伊比利亚返回阿耳戈斯的人来说,这个地方既不在通道上,如果仅仅是为了穿过该国,他也不会被认为配得上如此巨大的荣耀——而是率领大军为了征服和统治这里的居民而来,当时他已经征服了伊比利亚。
διατρῖψαί τε αὐτόθι πλείω χρόνον ἠναγκάσθη τοῦ τε ναυτικοῦ τῇ ἀπουσίᾳ, ἣ ἐγένετο χειμῶνος ἐπιλαβόντος, καὶ τῷ μὴ πάντα τὰ ἔθνη τὰ κατέχοντα Ἰταλίαν προσχωρῆσαι αὐτῷ ἑκούσια.
他被迫在此停留了较长的时间,一方面是因为冬季来临导致其舰队缺席,另一方面也是因为并非所有占领意大利的部族都自愿向他归顺。
§1.41.3χωρὶς γὰρ τῶν ἄλλων βαρβάρων τὸ Λιγύων γένος πολὺ καὶ μάχιμον, ἐπὶ ταῖς παρόδοις τῶν Ἀλπείων ὀρῶν ἱδρυμένον, ἀποκωλύειν ὅπλοις τὰς εἰς2βολὰς αὐτοῦ τὰς εἰς Ἰταλίαν ἐπεχείρησεν, ἔνθα μέγιστος ἀγὼν τοῖς Ἕλλησιν ἐγένετο πάντων αὐτοὺς ἐπιλειπόντων ἐν τῇ μάχῃ τῶν βελῶν.
因为除了其他蛮族之外,居住在阿尔卑斯山脉隘路上的利古里亚人,人口众多且骁勇善战,企图用武力阻挡他侵入意大利。 在这里,希腊人遭遇了最大的战斗,他们在战斗中用尽了所有的投射武器。
δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένῳ.
在古代诗人中,埃斯库罗斯在《被解救的普罗米修斯》中表明了这场战争。
πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῷ τι συμβήσεσθαι ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἔσται διηγούμενος. τὰ δὲ ποιήματα ὧδʼ ἔχει·
因为在他笔下,普罗米修斯对赫拉克勒斯预言了其他许多事情,即在讨伐革律翁的远征中,每一件事情将如何发生在他身上,特别是详细讲述了在利古里亚战争中,这场战斗绝非易事。
"ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατὸν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει.
诗句如下: “你将来到利古里亚人那无所畏惧的军队面前。 在那里,我确知,即便你勇猛无比,你也不会对战斗有所抱怨。
πέπρωται γάρ σε καὶ βέλη λιπεῖν.
因为注定你甚至连武器也会耗尽。
"

词汇与语法注释

  1. 1.41.1τὴν ἐντὸς Ὠκεανοῦ — 此处省略了女性名词 γῆν(土地),这是一个惯用表达,指奥刻阿诺斯内部的已知世界(即地中海世界)。
  2. 1.41.1ὡς ἅπασα γῆ καὶ θάλαττα κοινὴ ταῖς ἁπάντων χρείαις γενήσοιτο — 动词 γενήσοιτο 是将来希求法,用于由 ὡς 引导的目的从句中,表示在过去主句动词(ἐπῆλθε)之后的时态一致。
  3. 1.41.2τοῦ τε ναυτικοῦ τῇ ἀπουσίᾳ ... καὶ τῷ μὴ πάντα τὰ ἔθνη ... προσχωρῆσαι — 表示原因的与格名词(τῇ ἀπουσίᾳ)与同样表示原因的带冠词不定式与格句(τῷ ... προσχωρῆσαι)通过连词 καί 并列连接。
  4. 1.41.3πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων — 与格 αὐτῷ 在此用作完成时态被动语态动词 πεποίηται(被创作/被描绘)的施事者与格,指代作者埃斯库罗斯。字面结构为“普罗米修斯被他[埃斯库罗斯]描绘为对赫拉克勒斯预言……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.41.1-1.41.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.41.1-1.41.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。