Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.37.1-1.37.5

意大利的土地肥沃与丰富物产

第 37 段,共 962 段 · 希腊语

内容简介

文中描述了意大利多样且富饶的自然资源。列举了使其能够完全自给自足的各种具体要素,包括肥沃的平原、橄榄与葡萄产地、各类牲畜的牧场、森林木材、便利的河道、温泉、矿产以及温和适宜的气候。

§1.37.1οὐ γὰρ ἀρούρας μὲν ἀγαθὰς ἔχει καὶ πολλάς, ἄδενδρος δʼ ἐστὶν ὡς σιτοφόρος· οὐδʼ αὖ φυτὰ μὲν ἱκανὴ παντοῖα θρέψασθαι, σπείρεσθαι δʼ ὡς δενδρῖτις ὀλιγόκαρπος· οὐδʼ ἄμφω μὲν ταῦτα παρέχειν δαψιλής, προβατεύεσθαι δʼ ἀνεπιτήδειος· οὐδʼ ἄν τις αὐτὴν φαίη πολύκαρπον μὲν εἶναι καὶ πολύδενδρον καὶ πολύβοτον, ἐνδιαίτημα δʼ ἀνθρώποις ὑπάρχειν ἄχαρι· ἀλλʼ ἔστι πάσης ὡς εἰπεῖν ἡδονῆς τε καὶ §1.37.2ὠφελείας ἔκπλεως.
因为这片土地并非虽然拥有优良且广阔的耕地,却因产谷而无树;也不是虽然足以培育各种植物,却因林地茂密而在播种时收成稀少;也不是虽然丰沛地提供这两者,却不适合放牧;也没有人会说它虽然多产、多树且多牧草,但作为人类的居所却令人不快;相反,它可以说是充满了各种愉悦与益处。
ποίας μὲν γὰρ λείπεται σιτοφόρου μὴ ποταμοῖς, ἀλλὰ τοῖς οὐρανίοις ὕδασιν ἀρδομένης τὰ καλούμενα Καμπανῶν πεδία, ἐν οἷς ἐγὼ καὶ τρικάρπους ἐθεασάμην ἀρούρας θερινὸν ἐπὶ χειμερινῷ καὶ μετοπωρινὸν ἐπὶ θερινῷ σπόρον ἐκφερούσας;
因为那被称为坎帕尼亚的平原——它不是靠河流而是靠天雨滋润——又何尝逊色于任何产谷之地? 在那里,我甚至亲眼见过一年三熟的耕地,在冬播之后进行夏播,在夏播之后又进行秋播。
ποίας δʼ ἐλαιοφόρου τὰ Μεσσαπίων καὶ Δαυνίων καὶ Σαβίνων καὶ πολλῶν ἄλλων γεώργια;
而梅萨皮亚人、道尼亚人、萨宾人以及许多其他人的农田,又何尝逊色于任何产橄榄之地?
ποίας δʼ οἰνοφύτου Τυρρηνία καὶ Ἀλβανὴ καὶ τὰ Φαλερίνων χωρία θαυμαστῶς ὡς φιλάμπελα καὶ διʼ ἐλαχίστου πόνου πλείστους ἅμα καὶ κρατίστους καρποὺς ἐξενεγκεῖν εὔπορα;
而第勒尼安、阿尔巴以及法莱尔努斯的土地,又何尝逊色于任何产酒之地? 那些地方极其适宜种植葡萄,只需极少的劳作,就能轻而易举地同时产出最丰硕且最优质的果实。
§1.37.3χωρὶς δὲ τῆς ἐνεργοῦ πολλὴν μὲν ἄν τις εὕροι τὴν εἰς ποίμνας ἀνειμένην αὐτῆς, πολλὴν δὲ τὴν αἰγινόμον, ἔτι δὲ πλείω καὶ θαυμασιωτέραν τὴν ἱπποφορβόν τε καὶ βουκολίδα· ἡ γὰρ ἕλειος καὶ λειμωνία βοτάνη δαψιλὴς οὖσα τῶν τε ὀργάδων ἡ δροσερὰ καὶ κατάρρυτος ἄπειρος ὅση θέρει νέμεται καὶ παρέχει διὰ παντὸς εὐθενούσας τὰς ἀγέλας.
而在耕地之外,人们会发现这里有大片供羊群放牧的土地,有大片放山羊的土地,还有更为广阔且令人赞叹的、养马和牧牛的土地;因为这里的沼泽和草甸牧草丰盛,露水滋润、溪流灌溉的林地草场更是无边无际,在夏天供牲畜食用,使畜群始终保持壮实。
§1.37.4πάντων δʼ εἰσὶν οἱ δρυμοὶ θαυμασιώτατοι περί τε τὰ κρημνώδη χωρία καὶ τὰς νάπας καὶ τοὺς ἀγεωργήτους λόφους, ἐξ ὧν πολλῆς μὲν εὐποροῦσι καὶ καλῆς ὕλης ναυπηγησίμου, πολλῆς δὲ τῆς εἰς τὰς ἄλλας ἐργασίας εὐθέτου.
而在所有事物中,最令人叹为观止的是那些分布在险峻之地、山谷以及未开垦丘陵周围的森林;从这些森林中,人们获得了大量用于造船的优质美木,以及大量适用于其他各种工艺的木材。
καὶ τούτων οὐδὲν οὔτε δυσπόριστόν ἐστιν οὔτε πρόσω τῆς ἀνθρωπίνης χρείας κείμενον, ἀλλʼ εὐκατέργαστα καὶ ῥᾴδια παρεῖναι πάντα διὰ πλῆθος τῶν ποταμῶν, οἳ διαρρέουσιν ἅπασαν τὴν ἀκτὴν καὶ ποιοῦσι τάς τε κομιδὰς καὶ τὰς ἀμείψεις τῶν ἐκ γῆς φυομένων λυσιτελεῖς.
而且,这些物资既不难获得,也不远离人类的需求,相反,由于河流众多,一切都易于加工且易于运达,这些河流流经整个半岛,使大地作物的运输和交易都变得十分有利可图。
§1.37.5ἔχει δὲ ἡ γῆ καὶ νάματα θερμῶν ὑδάτων ἐν πολλοῖς εὑρημένα χωρίοις, λουτρὰ παρασχεῖν ἥδιστα καὶ νόσους ἰάσασθαι χρονίους ἄριστα, καὶ μέταλλα παντοδαπὰ καὶ θηρίων ἄγρας ἀφθόνους καὶ θαλάττης φύσιν πολύγονον ἄλλα τε μυρία, τὰ μὲν εὔχρηστα, τὰ δὲ θαυμάσια, πάντων δὲ κάλλιστον, ἀέρα κεκραμένον ταῖς ὥραις συμμέτρως, οἷον ἥκιστα πημαίνειν κρυμῶν ὑπερβολαῖς ἢ θάλπεσιν ἐξαισίοις καρπῶν τε γένεσιν καὶ ζῴων φύσιν.
此外,这片土地在许多地方都发现了温泉,能提供最令人愉悦的沐浴,并且是治疗慢性疾病的最佳选择;还有各种矿藏、丰富的野生动物狩猎、多产的海洋以及无数其他事物,有的实用,有的奇特;而在所有事物中最好的是:随季节适度调节的气候,其温和使作物的生长和动物的繁衍最不易受到严寒或酷暑的伤害。

词汇与语法注释

  1. §1.37.1ὡς σιτοφόρος ... ὡς δενδρῖτις — 连词 ὡς 与名词或形容词连用,表示限制、特征或原因(“作为……”、“具有……的性质”)。此处指“作为产谷地(因而无树)”和“作为林地(因而播种收成少)”。
  2. §1.37.2ποίας μὲν γὰρ λείπεται σιτοφόρου — 表示比较的动词 λείπεται 要求比较属格 σιτοφόρου(由疑问形容词 ποίας 修饰)。直译为“它又何尝逊色于任何产谷之地?”(反问句,表示绝不逊色)。
  3. §1.37.2θαυμαστῶς ὡς — 副词 θαυμαστῶς 与 ὡς 连用,构成一种惯用的强调表达,意为“令人惊叹地”、“不可思议地”。在此修饰形容词 φιλάμπελα(适宜种植葡萄的)。
  4. §1.37.3ἄπειρος ὅση — 形容词 ἄπειρος(无边的)与关系代词 ὅση 结合的惯用强调表达,意为“无边无际的”或“无法估量的广阔”。该短语作为一个整体的形容词短语发挥作用。
  5. §1.37.5οἷον ἥκιστα πημαίνειν — 关系形容词 οἷ层后接不定式(此处为 πημαίνειν),表示结果或特征(“具有……性质的”、“以至于……”)。它限定了名词 ἀέρα(气候),表明其温和到“最不易伤害”作物和动物的生长。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.37.1-1.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.37.1-1.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。