§1.34.1ὀλίγοις δʼ ὕστερον ἔτεσι μετὰ τοὺς Ἀρκάδας ἄλλος εἰς Ἰταλίαν ἀφικνεῖται στόλος Ἑλληνικὸς ἄγοντος Ἡρακλέους, ὃς Ἰβηρίαν καὶ τὰ μέχρι δυσμῶν ἡλίου πάντα χειρωσάμενος ἧκεν.
在阿卡迪亚人到来几年之后,另一支由赫拉克勒斯率领的希腊船队抵达了意大利;他在征服了伊比利亚以及直到日落的所有地区后退伍而来。
ἐξ ὧν τινες Ἡρακλέα παραιτησάμενοι τῆς πραγματείας ἀφεθῆναι, περὶ ταῦτα τὰ χωρία ὑπέμειναν καὶ πολίζονται λόφον ἐπιτήδειον εὑρόντες, τρισταδίῳ δὲ μάλιστα μήκει τοῦ Παλλαντίου διειργόμενον, ὅς νῦν μὲν Καπιτωλῖνος ὀνομάζεται, ὑπὸ δὲ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, ὥσπερ ἂν εἴποι τις Ἑλλάδι φωνῇ Κρόνιος.
其中一些人请求赫拉克勒斯免除他们的劳役,留在了这些地方,并找到了一座适合的丘陵建立起城镇,这座丘陵与帕兰提乌姆相隔大约三斯塔迪翁的距离,它如今被称为卡皮托林,而当时的人们称之为萨图尔尼乌斯,正如用希腊语说就是克罗尼乌斯一样。
§1.34.2τῶν δὲ ὑπολειφθέντων οἱ μὲν πλείους ἦσαν Πελοποννήσιοι, Φενεᾶταί τε καὶ Ἐπειοὶ ἐξ Ἤλιδος, οἷς οὐκέτι πόθος ἦν τῆς οἴκαδε ὁδοῦ διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ἐν τῷ πρὸς Ἡρακλέα πολέμῳ, ἐμέμικτο δέ τι καὶ Τρωικὸν αὐτοῖς τῶν ἐπὶ Λαομέδοντος αἰχμαλώτων ἐξ Ἰλίου γενομένων ὅτε τῆς πόλεως Ἡρακλῆς ἐκράτησε.
在留下的人当中,大部分是伯罗奔尼撒人,即来自埃利斯的费内奥斯人和埃佩奥斯人,由于在与赫拉克勒斯的战争中,他们的祖国已被彻底摧毁,因此他们不再渴望返回家园。 在他们当中也混杂了一些特洛伊人,即在赫拉克勒斯攻占该城时、在拉奥墨冬时代从伊利翁虏获的囚徒。
δοκεῖ δέ μοι καὶ τοῦ ἄλλου στρατοῦ πᾶν, εἴ τι καματηρὸν ἢ τῇ πλάνῃ ἀχθόμενον ἦν, ἄφεσιν τῆς στρατείας αἰτησάμενον ἐν τῷ χωρίῳ §1.34.3τῷδε ὑπομεῖναι.
在我看来,其余军队中,任何疲惫不堪或厌倦漂泊的人,在请求免除服役后,也都在这个地方留了下来。
τὸ δὲ ὄνομα τῷ λόφῳ τινὲς μὲν ὥσπερ ἔφην ἀρχαῖον οἴονται εἶναι, καὶ διʼ αὐτὸ τοὺς Ἐπειοὺς οὐχ ἥκιστα φιλοχωρῆσαι τῷ λόφῳ μνήμῃ τοῦ ἐν Ἤλιδι Κρονίου λόφου, ὅς ἐστιν ἐν τῇ Πισάτιδι γῇ ποταμοῦ πλησίον Ἀλφειοῦ, καὶ αὐτὸν ἱερὸν τοῦ Κρόνου νομίζοντες Ἠλεῖοι θυσίαις καὶ ἄλλαις τιμαῖς συνιόντες γεραίρουσιν ἐν ὡρισμένοις χρόνοις.
至于这座丘陵的名字,有些人确实认为如我所说它是古老的,并且由于这个原因,埃佩奥斯人特别喜爱这座丘陵,以纪念埃利斯的克罗尼乌斯丘陵——该丘陵位于皮萨地区的阿尔菲乌斯河附近,埃利斯人认为它属于克罗诺斯圣地,在特定时间聚集在一起,通过献祭和其他荣誉来崇敬它。
§1.34.4Εὔξενος δὲ ποιητὴς ἀρχαῖος καὶ ἄλλοι τινὲς τῶν Ἰταλικῶν μυθογράφων ὑπʼ αὐτῶν οἴονται Πισατῶν διὰ τὴν ὁμοιότητα τοῦ παρὰ σφίσι Κρονίου τεθῆναι τῷ τόπῳ τοὔνομα, καὶ τὸν βωμὸν τῷ Κρόνῳ τοὺς Ἐπειοὺς ἱδρύσασθαι μεθʼ Ἡρακλέους, ὃς ἔτι καὶ νῦν διαμένει παρὰ τῇ ῥίζῃ τοῦ λόφου κατὰ τὴν ἄνοδον τὴν ἀπὸ τῆς ἀγορᾶς φέρουσαν εἰς τὸ Καπιτώλιον, τήν τε θυσίαν, ἣν καὶ ἐπʼ ἐμοῦ Ῥωμαῖοι ἔθυον φυλάττοντες τὸν Ἑλληνικὸν νόμον, ἐκείνους εἶναι τοὺς καταστησαμένους.
然而,古代诗人欧克塞诺斯和意大利其他一些神话撰写者则认为,这个名字是由皮萨人自己因为该地与他们家乡的克罗尼乌斯丘陵相似而命名的,并且埃佩奥斯人与赫拉克勒斯一起建立了克罗诺斯的祭坛(该祭坛至今仍保留在丘陵脚下,靠近从广场通往卡皮托林的斜坡),而且正是他们制定了那项直到我的时代罗马人仍遵循希腊习俗而举行的献祭。
§1.34.5ὡς δʼ ἐγὼ συμβαλλόμενος εὑρίσκω, καὶ πρὶν Ἡρακλέα ἐλθεῖν εἰς Ἰταλίαν ἱερὸς ἦν ὁ τόπος τοῦ Κρόνου καλούμενος ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος, καὶ ἡ ἄλλη δὲ ἀκτὴ σύμπασα ἡ νῦν Ἰταλία καλουμένη τῷ θεῷ τούτῳ ἀνέκειτο, Σατορνία πρὸς τῶν ἐνοικούντων ὀνομαζομένη, ὡς ἔστιν εὑρεῖν ἔν τε Σιβυλλείοις τισὶ λογίοις καὶ ἄλλοις χρηστηρίοις ὑπὸ τῶν θεῶν δεδομένοις εἰρημένον, ἱερά τε πολλαχῇ τῆς χώρας ἐστὶν ἱδρυμένα τῷ θεῷ καὶ πόλεις τινὲς οὕτως ὥσπερ ἡ σύμπασα τότε ἀκτὴ ὀνομαζόμεναι χῶροί τε πολλοὶ τοῦ δαίμονος ἐπώνυμοι καὶ μάλιστα οἱ σκόπελοι καὶ τὰ μετέωρα·
但根据我推测所发现的,甚至在赫拉克勒斯来到意大利之前,该地就已经是克罗诺斯的圣地,被当地居民称为萨图尔尼乌斯,而且如今被称为意大利的其余整个半岛也都奉献给了这位神明,被居民们命名为萨图尔尼亚,这不仅可以从某些西比拉神谕以及神明赐予的其他预言中发现,而且该国许多地方都建立了奉献给这位神明的圣所,一些城市也和当时整个半岛的命名方式相同,还有许多以这位神明命名的场所,尤其是那些岩礁和高地。