Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.35.1-1.35.3

意大利之名的起源与两派学说

第 35 段,共 962 段 · 希腊语

内容简介

介绍关于“意大利”地名起源的两种学说:安条克认为其源于统治者伊塔洛斯,而赫拉尼科斯则认为其源于希腊语中的小牛。作者指出该名称在赫拉克勒斯时代或稍早前就已经确立。

§1.35.1Ἰταλία δὲ ἀνὰ χρόνον ὠνομάσθη ἐπʼ ἀνδρὸς δυνάστου ὄνομα Ἰταλοῦ.
后来,意大利因一位名叫伊塔洛斯的统治者而得名。
τοῦτον δέ φησιν Ἀντίοχος ὁ Συρακούσιος ἀγαθὸν καὶ σοφὸν γεγενημένον καὶ τῶν πλησιοχώρων τοὺς μὲν λόγοις ἀναπείθοντα, τοὺς δὲ βίᾳ προσαγόμενον, ἅπασαν ὑφʼ ἑαυτῷ ποιήσασθαι τὴν γῆν ὅση ἐντὸς ἦν τῶν κόλπων τοῦ τε Ναπητίνου καὶ τοῦ Σκυλλητίνου· ἣν δὴ πρώτην κληθῆναι Ἰταλίαν ἐπὶ τοῦ Ἰταλοῦ.
叙拉古的安条克说,此人变得既善良又贤明,他用言语劝服了一些邻人,并用武力降服了另一些人,从而将纳佩蒂努斯湾与斯库莱蒂努斯湾之间的全部土地都置于自己的统治之下;而这片土地正是最先因伊塔洛斯而被称为意大利的。
ἐπεὶ δὲ ταύτης καρτερὸς ἐγένετο καὶ ἀνθρώπους πολλοὺς εἶχεν ὑπηκόους αὑτῷ, αὐτίκα τῶν ἐχομένων ἐπορέγεσθαι καὶ πόλεις συνάγεσθαι πολλάς· εἶναι δʼ αὐτὸν Οἴνωτρον τὸ γένος.
当他成为这片土地的主宰并拥有许多臣属之后,他立即开始觊觎相邻的领土,并吞并了许多城市;而他按出身来说是俄诺特利亚人。
§1.35.2Ἑλλάνικος δὲ ὁ Λέσβιός φησιν Ἡρακλέα τὰς Γηρυόνου βοῦς ἀπελαύνοντα εἰς Ἄργος, ἐπειδή τις αὐτῷ δάμαλις ἀποσκιρτήσας τῆς ἀγέλης ἐν Ἰταλίᾳ ἐόντι ἤδη φεύγων διῆρε τὴν ἀκτὴν καὶ τὸν μεταξὺ διανηξάμενος πόρον τῆς θαλάττης εἰς Σικελίαν ἀφίκετο, ἐρόμενον ἀεὶ τοὺς ἐπιχωρίους καθʼ οὓς ἑκάστοτε γίνοιτο διώκων τὸν δάμαλιν, εἴ πη τις αὐτὸν ἑωρακὼς εἴη, τῶν τῇδε ἀνθρώπων Ἑλλάδος μὲν γλώττης ὀλίγα συνιέντων, τῇ δὲ πατρίῳ φωνῇ κατὰ τὰς μηνύσεις τοῦ ζῴου καλούντων τὸν δάμαλιν οὐίτουλον, ὥσπερ καὶ νῦν λέγεται, ἐπὶ τοῦ ζῴου τὴν χώραν ὀνομάσαι §1.35.3πᾶσαν ὅσην ὁ δάμαλις διῆλθεν Οὐιτουλίαν.
莱斯博斯的赫拉尼科斯则说,当赫拉克勒斯将格律翁的牛群赶往阿耳戈斯时,由于他已经身处意大利,其中一只小牛从牛群中溜走,逃跑并横穿了半岛,游过中间的海峡抵达了西西里,他在追赶这只小牛时,每到一处便询问当地居民是否在何处见过它,而当地人几乎不懂希腊语,但在他们的母语中,根据对该动物的指称,将小牛称为“维图鲁斯”(正如现在依然这样称呼),于是他根据这个动物的名字,将这只小牛走过的整个地区命名为“维图利亚”。
μεταπεσεῖν δὲ ἀνὰ χρόνον τὴν ὀνομασίαν εἰς τὸ νῦν σχῆμα οὐδὲν θαυμαστόν, ἐπεὶ καὶ τῶν Ἑλληνικῶν πολλὰ τὸ παραπλήσιον πέπονθεν ὀνομάτων.
随着时间的推移,这个名称演变为现在的形式并没什么好奇怪的,因为希腊的许多名称也经历过类似的改变。
πλὴν εἴτε ὡς Ἀντίοχός φησιν ἐπʼ ἀνδρὸς ἡγεμόνος, ὅπερ ἴσως καὶ πιθανώτερόν ἐστιν, εἴθʼ ὡς Ἑλλάνικος οἴεται ἐπὶ τοῦ ταύρου τὴν ὀνομασίαν ταύτην ἔσχεν, ἐκεῖνό γε ἐξ ἀμφοῖν δῆλον, ὅτι κατὰ τὴν Ἡρακλέους ἡλικίαν ἢ μικρῷ πρόσθεν οὕτως ὠνομάσθη.
不过,无论它是像安条克所说的那样得名于一位领袖(这或许更为可信),还是像赫拉尼科斯所认为的那样得名于公牛,至少从两者的叙述中可以明显看出,它是自赫拉克勒斯时代或稍早之前开始如此命名的。
τὰ δὲ πρὸ τούτων Ἕλληνες μὲν Ἑσπερίαν καὶ Αὐσονίαν αὐτὴν ἐκάλουν, οἱ δʼ ἐπιχώριοι Σατορνίαν, ὡς εἴρηταί μοι πρότερον.
而在那之前,希腊人称之为赫斯佩里亚和奥索尼亚,而当地人则称之为萨图尔尼亚,正如我之前所说的那样。

词汇与语法注释

  1. ¦89¦κληθῆναι — 尽管位于由关系代词 ἣν 引导的关系从句中,但因为处于依赖于主句动词 φησιν 的间接引语语境中,所以从句中的动词也使用了不定式 κληθῆναι。
  2. ¦90¦ὀνομάσαι — 这是由 Ἑλλάνικος δὲ ὁ Λέσβιός φησιν(主句)引导的带对格的不定式结构,其中对格主语为 Ἡρακλέα,不定式为 ὀνομάσαι。在主语和不定式之间夹杂了由表示原因的连词 ἐπειδή 引导的从句(ἐπειδή τις ... ἀφίκετο)、修饰赫拉克勒斯的现在分词(ἐρόμενον ... διώκων)以及属格独立结构(τῶν τῇδε ἀνθρώπων ... συνιέντων ... καλούντων),导致句法结构十分复杂。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.35.1-1.35.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.35.1-1.35.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。