§1.33.1ταύτην δὲ Ἀρκάδες μυθολογοῦσι Πάλλαντος εἶναι θυγατέρα τοῦ Λυκάονος· τιμὰς δὲ παρʼ ἀνθρώπων ἃς ἔχει νῦν Ἀθηνᾶς βουλήσει λαβεῖν, γενομένην τῆς θεοῦ σύντροφον.
阿卡迪亚人传说她是吕卡翁之子帕拉斯之女;并且由于她成为了雅典娜女神的伴侣,她如今从人类那里获得的荣誉,乃是出于雅典娜的意愿。
δοθῆναι γὰρ εὐθὺς ἀπὸ γονῆς τὴν Ἀθηνᾶν Πάλλαντι ὑπὸ Διὸς καὶ παρʼ ἐκείνῳ τέως εἰς ὥραν ἀφίκετο τραφῆναι.
因为雅典娜诞生伊始就被宙斯交给了帕拉斯,并且在他那里被抚养长大,直到成年。
ἱδρύσαντο δὲ καὶ Δήμητρος ἱερὸν καὶ τὰς θυσίας αὐτῇ διὰ γυναικῶν τε καὶ νηφαλίους ἔθυσαν, ὡς Ἕλλησι νόμος, §1.33.2ὧν οὐδὲν ὁ καθʼ ἡμᾶς ἤλλαξε χρόνος.
他们还建立了德墨忒尔的圣所,并按照希腊人的习俗,通过女性的手且不用酒向她献祭,这些仪式在我们的时代都没有发生改变。
ἀπέδειξαν δὲ καὶ Ποσειδῶνι τέμενος Ἱππίῳ καὶ τὴν ἑορτὴν Ἱπποκράτεια μὲν ὑπʼ Ἀρκάδων, Κωνσουάλια δὲ ὑπὸ Ῥωμαίων λεγόμενα κατεστήσαντο, ἐν ᾗ παρὰ Ῥωμαίοις ἐξ ἔθους ἐλινύουσιν ἔργων ἵπποι καὶ ὀρεῖς καὶ στέφονται τὰς κεφαλὰς ἄνθεσι.
他们还为波塞冬·希庇奥斯(马神波塞冬)指定了圣地,并确立了阿卡迪亚人称为伊波克拉特伊亚(Hippocrateia)、而罗马人称为康苏瓦利亚(Consualia)的节日,在这一天,罗马人的习俗是让马和骡子从劳作中休息,并用鲜花装饰它们的头部。
§1.33.3πολλὰ δὲ καὶ ἄλλα τεμένη καὶ βωμοὺς καὶ βρέτη θεῶν καθωσίωσαν, ἁγισμούς τε καὶ θυσίας κατεστήσαντο πατρίους, αἳ μέχρι τῶν κατʼ ἐμὲ χρόνων τὸν αὐτὸν ἐγίνοντο τρόπον.
他们还奉献了许多其他的圣地、祭坛和神明的木像,并制定了祖传的净化仪式和祭祀,这些直到我的时代仍以相同的方式进行。
οὐ θαυμάσαιμι δʼ ἂν εἰ καὶ παρεῖνταί τινες διαφυγοῦσαι τὴν τῶν ἐπιγινομένων μνήμην ὑπὸ τοῦ πάνυ ἀρχαίου· ἀλλʼ ἀποχρῶσί γε αἱ νῦν ἔτι γινόμεναι τεκμήρια εἶναι τῶν Ἀρκαδικῶν ποτε νομίμων·
我并不感到惊讶,如果有些仪式由于极度古老而逸出了后人的记忆、从而被遗漏了;但是如今仍在举行的那些,已足够作为曾经的阿卡迪亚习俗的证据。
λεχθήσεται δὲ περὶ αὐτῶν ἐπὶ πλεῖον ἐν ἑτέροις.
关于这些,将在其他地方更详细地阐述。
§1.33.4λέγονται δὲ καὶ γραμμάτων Ἑλληνικῶν χρῆσιν εἰς Ἰταλίαν πρῶτοι διακομίσαι νεωστὶ φανεῖσαν Ἀρκάδες καὶ μουσικὴν τὴν διʼ ὀργάνων, ἃ δὴ λύραι τε καὶ τρίγωνα καὶ αὐλοὶ καλοῦνται, τῶν προτέρων ὅτι μὴ σύριγξι ποιμενικαῖς οὐδενὶ ἄλλῳ μουσικῆς τεχνήματι χρωμένων, νόμους τε θέσθαι καὶ τὴν δίαιταν ἐκ τοῦ θηριώδους ἐπὶ πλεῖστον εἰς ἡμερότητα μεταγαγεῖν τέχνας τε καὶ ἐπιτηδεύματα καὶ ἄλλα πολλά τινα ὠφελήματα εἰς τὸ κοινὸν καταθεῖναι, καὶ διὰ ταῦτα πολλῆς ἐπιμελείας τυγχάνειν πρὸς τῶν ὑποδεξαμένων.
据说,阿卡迪亚人还是最早将刚刚出现的希腊文字的使用引入意大利的人,并且引入了器乐——即所谓的里拉琴、三角琴和长笛——因为先前的居民除了牧人的排箫外,不使用任何其他音乐工具。 他们还制定了法律,将生活方式在很大程度上从野蛮状态改变为温和状态,并将技术、习俗和许多其他益处作为公共财富留存下来。 由于这些原因,他们受到了接纳他们的人们的深切关照。
§1.33.5τοῦτο δεύτερον ἔθνος Ἑλληνικὸν μετὰ Πελασγοὺς ἀφικόμενον εἰς Ἰταλίαν κοινὴν ἔσχε μετὰ τὴν τῶν Ἀβοριγίνων οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ῥώμης ἱδρυσάμενον χωρίῳ.
这是继佩拉斯戈伊人之后抵达意大利的第二个希腊民族,在阿博里吉内斯人定居之后,他们定居在罗马最优秀的地区,并拥有了共同的家园。