§1.22.1οἱ δὲ Σικελοὶ ʽοὐ γὰρ ἔτι ἀντέχειν οἷοί τε ἦσαν ὑπό τε Πελασγῶν καὶ Ἀβοριγίνων πολεμούμενοἰ τέκνα καὶ γυναῖκας καὶ τῶν χρημάτων ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἀνασκευασάμενοι μεθίενται αὐτοῖς ἁπάσης τῆς γῆς.
西科尔人(因为他们受到伯拉斯吉人和阿博里金人的夹击,再也无法抵抗)收拾起他们的孩子、妻子以及金银等所有财产,向他们让出了全部土地。
τραπόμενοι δὲ διὰ τῆς ὀρεινῆς ἐπὶ τὰ νότια καὶ διεξελθόντες ἅπασαν Ἰταλίαν τὴν κάτω, ἐπειδὴ πανταχόθεν ἀπηλαύνοντο, σὺν χρόνῳ κατασκευασάμενοι σχεδίας ἐπὶ τῷ πορθμῷ καὶ φυλάξαντες κατιόντα τὸν ῥοῦν ἀπὸ τῆς Ἰταλίας διέβησαν ἐπὶ τὴν ἔγγιστα
他们取道山区向南行进,穿过了整个下意大利,由于处处遭到驱逐,他们随着时间的推移在海峡处建造了木筏,并窥伺着从意大利南下的顺流,渡海到了最近的岛屿。
§1.22.2νῆσον. κατεῖχον δʼ αὐτὴν Σικανοὶ, γένος Ἰβηρικόν, οὐ πολλῷ πρότερον ἐνοικισάμενοι Λίγυας φεύγοντες, καὶ παρεσκεύασαν ἀφʼ ἑαυτῶν Σικανίαν κληθῆναι τὴν νῆσον, Τρινακρίαν πρότερον ὀνομαζομένην ἐπὶ τοῦ τριγώνου σχήματος.
占领该岛的是西卡诺伊人,这是一个伊比利亚民族,不久前因逃避利古里亚人而在此定居,并使该岛因他们自己而得名西卡尼亚,该岛此前因其三角形的形状而被称为特里纳克里亚。
ἦσαν δὲ οὐ πολλοὶ ἐν μεγάλῃ αὐτῇ οἰκήτορες, ἀλλʼ ἡ πλείων τῆς χώρας ἔτι ἦν ἔρημος.
在这个大岛上居民并不多,土地的大部分依然荒凉。
καταχθέντες οὖν εἰς αὐτὴν Σικελοὶ τὸ μὲν πρῶτον ἐν τοῖς ἑσπερίοις μέρεσιν ᾤκησαν, ἔπειτα καὶ ἄλλῃ πολλαχῇ, καὶ τοὔνομα ἡ νῆσος ἐπὶ §1.22.3τούτων ἤρξατο Σικελία καλεῖσθαι.
因此,西科尔人在此登陆后,起初居住在西部地区,随后也居住在其他许多地方,该岛由于他们而开始被称为西西里。
τὸ μὲν δὴ Σικελικὸν γένος οὕτως ἐξέλιπεν Ἰταλίαν, ὡς μὲν Ἑλλάνικος ὁ Λέσβιός φησι, τρίτῃ γενεᾷ πρότερον τῶν Τρωικῶν Ἀλκυόνης ἱερωμένης ἐν Ἄργει κατὰ τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος.
西科尔种族就这样离开了意大利,正如莱斯博斯的赫拉尼科斯所说,是在特洛伊战争前的第三代,即阿尔库奥内于阿尔戈斯担任女祭司的第二十六年。
δύο δὲ ποιεῖ στόλους Ἰταλικοὺς διαβάντας εἰς Σικελίαν· τὸν μὲν πρότερον Ἐλύμων, οὕς φησιν ὑπʼ Οἰνώτρων ἐξαναστῆναι, τὸν δὲ μετὰ τοῦτον ἔτει πέμπτῳ γενόμενον Αὐσόνων Ἰάπυγας φευγόντων· βασιλέα δὲ τούτων ἀποφαίνει Σικελὸν, ἀφʼ οὗ τοὔνομα τοῖς τε ἀνθρώποις καὶ τῇ νήσῳ τεθῆναι.
他设想了两次从意大利渡海到西西里的远征:前一次是埃利迈人,他说他们是被俄诺特利亚人驱逐的;此后第五年发生的另一次是躲避伊阿皮吉亚人的奥索内斯人;他指出他们的国王是西科鲁斯,人名和岛名都是由此而来的。
§1.22.4ὡς δὲ Φίλιστος ὁ Συρακούσιος ἔγραψε, χρόνος μὲν τῆς διαβάσεως ἦν ἔτος ὀγδοηκοστὸν πρὸ τοῦ Τρωικοῦ πολέμου, ἔθνος δὲ τὸ διακομισθὲν ἐξ Ἰταλίας οὔτε Σικελῶν οὔτε Αὐσόνων οὔτʼ Ἐλύμων, ἀλλὰ Λιγύων, ἄγοντος αὐτοὺς Σικελοῦ· τοῦτον δʼ εἶναί φησιν υἱὸν Ἰταλοῦ, καὶ τοὺς ἀνθρώπους ἐπὶ τούτου δυναστεύοντος ὀνομασθῆναι Σικελούς· §1.22.5ἐξαναστῆναι δʼ ἐκ τῆς ἑαυτῶν τοὺς Λίγυας ὑπό τε Ὀμβρικῶν καὶ Πελασγῶν.
但正如叙拉古的菲利斯托斯所写,渡海的时间是在特洛伊战争前第八十年,从意大利运送过去的民族既不是西科尔人,也不是奥索内斯人,更不是埃利迈人,而是利古里亚人,由西科鲁斯率领他们;他说此人是伊塔鲁斯的儿子,在其实施统治期间,人们被命名为西科尔人;利古里亚人则是被翁布里亚人和伯拉斯吉人驱逐出他们自己的国家的。
Ἀντίοχος δὲ ὁ Συρακούσιος χρόνον μὲν οὐ δηλοῖ τῆς διαβάσεως, Σικελοὺς δὲ τοὺς μεταναστάντας ἀποφαίνει βιασθέντας ὑπό τε Οἰνώτρων καὶ Ὀπικῶν, Στράτωνα δʼ ἡγεμόνα τῆς ἀποικίας ποιησαμένους.
叙拉古的安条克没有说明渡海的时间,但指出迁徙者是西科尔人,他们是被俄诺特利亚人和奥皮卡人强迫的,并推举斯特拉托为殖民开拓的领袖。
Θουκυδίδης δὲ Σικελοὺς μὲν εἶναι γράφει τοὺς μεταναστάντας, Ὀπικοὺς δὲ τοὺς ἐκβαλόντας, τὸν δὲ χρόνον πολλοῖς ἔτεσι τῶν Τρωικῶν ὕστερον.
修昔底德则写道,迁徙者是西科尔人,驱逐他们的是奥皮卡人,而时间是在特洛伊战争很多年以后。
τὰ μὲν δὴ περὶ Σικελῶν λεγόμενα τῶν ἐξ Ἰταλίας μετενεγκαμένων τὴν οἴκησιν εἰς Σικελίαν ὑπὸ τῶν λόγου ἀξίων τοιάδε ἐστίν.
关于将住所从意大利迁往西西里的西科尔人,值得信赖的学者们所作的论述大略如上。