§1.24.1ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν.
当他们得知带回的神示时,无法理解其中的含义。
ἀμηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν.
正当他们束手无策之际,长老中的一位理解了神谕,对他们说,如果他们认为神明是在无理指责他们,那他们就完全错了。
χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον.
因为尽管他们已经正确且公正地奉献了财产的所有初熟之物,但人类子嗣的份额——这是在所有事物中对神明最珍贵的——却依然拖欠着;如果神明也能得到这些子嗣中应得的份额,那么神谕对他们而言就会圆满实现。
§1.24.2τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δὲ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος·
对一些人来说,这些话确实说得很对,但对另一些人来说,这一说法似乎是阴谋策划出来的。
εἰσηγησαμένου δέ τινος τὴν γνώμην, τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν.
由于有人提出建议,去请示神明是否乐意接受人类的十分之一作为供物,他们第二次派出了使者,神明也启示要这样做。
ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως.
由此,在如何缴纳十分之一供物的方法上,他们之间爆发了内讧。
καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τὸ πρῶτον ἐταράχθησαν· §1.24.3ἔπειτα καὶ τὸ λοιπὸν πλῆθος διʼ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν.
首先是各城市的领导者们在彼此之间发生了纷争;随后,其余的民众也对执政官员们产生了怀疑。
ἐγίνοντό τε οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλʼ ὥσπερ εἰκὸς οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνόμεναι, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου·
人们的迁离毫无秩序,而是像往常一样,仿佛是被狂乱和神罚带来的盲目所驱赶;当他们中的一部分人迁移时,许多整个家庭都被彻底消灭了。
οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαί τε τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν.
因为那些离去者的亲属认为,与最亲爱的人分离并留在最敌对的人群中是不公正的。
§1.24.4πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν.
首先,这些从意大利迁出的人,在希腊以及蛮族的许多地方流浪。
μετὰ δὲ τοὺς πρώτους ἕτεροι ταὐτὸν ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ὁσέτη.
在第一批人之后,其他人也遭遇了同样的命运,这种情况年复一年地持续发生。
οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες.
因为各城市的统治者们并没有停止在不断成长为成年人的青年中挑选出初献之物,他们认为这是向神明履行应尽的义务,同时也害怕那些漏网之鱼引发内乱。
ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.
此外,还有许多人因为敌对关系,被对手以冠冕堂皇的借口驱逐出去;结果导致了许多次的迁离,伯拉斯吉人这一种族被驱散到了地球上最广泛的区域。