§1.20.1ἐλθοῦσι δὴ τοῖς Ἀβοριγῖσι σὺν πολλῇ στρατιᾷ ἱκετηρίας οἱ Πελασγοὶ προτείνοντες ὁμόσε χωροῦσιν ἄνοπλοι φράζοντές τε τὰς ἑαυτῶν τύχας καὶ δεόμενοι πρὸς φιλίαν δέξασθαι σφᾶς συνοίκους οὐ λυπηροὺς ἐσομένους, ἐπεὶ καὶ τὸ δαιμόνιον αὐτοὺς εἰς τήνδε μόνην ἄγει τὴν χώραν, ἐξηγούμενοι τὸ λόγιον.
当阿博里金人率领大军前来时,伯拉斯吉人手持求助的枝条,赤手空拳地走上前去,讲述他们自己的遭遇,并请求以不带来麻烦的同居者身份被友好地接纳,因为神明也正将他们引导到这唯一的土地上,并向他们解释了神谕。
§1.20.2τοῖς δὲ Ἀβοριγῖσι ταῦτα πυθομένοις ἐδόκει πείθεσθαι τῷ θεοπροπίῳ καὶ λαβεῖν συμμαχίαν Ἑλληνικὴν κατὰ τῶν διαφόρων σφίσι βαρβάρων, πονουμένοις τῷ πρὸς τοὺς Σικελοὺς πολέμῳ.
阿博里金人听闻此事后,决定顺从神谕,并在与西科尔人的战争中正处于困境时,获得一支希腊同盟力量来对抗与他们敌对的蛮族。
σπένδονταί τε δὴ πρὸς τοὺς Πελασγοὺς καὶ διδόασιν αὐτοῖς χωρία τῆς ἑαυτῶν ἀποδασάμενοι τὰ περὶ τὴν ἱερὰν λίμνην, ἐν οἷς ἦν τὰ πολλὰ ἑλώδη, ἃ νῦν κατὰ τὸν ἀρχαῖον τῆς διαλέκτου τρόπον Οὐέλια ὀνομάζεται.
于是,他们与伯拉斯吉人立约,将自己土地中圣湖周围的一块地方分给他们,其中大部分是沼泽,如今按照古老方言的方式被称为维里亚。
§1.20.3σύνηθες γὰρ ἦν τοῖς ἀρχαίοις Ἕλλησιν ὡς τὰ πολλὰ προτιθέναι τῶν ὀνομάτων, ὁπόσων αἱ ἀρχαὶ ἀπὸ φωνηέντων ἐγίνοντο, τὴν ου συλλαβὴν ἑνὶ στοιχείῳ γραφομένην.
因为古代希腊人通常习惯在所有以元音开头的单词前,加上一个写成单个字符的“乌”音节。
τοῦτο δʼ ἦν ὥσπερ γάμμα διτταῖς ἐπὶ μίαν ὀρθὴν ἐπιζευγνύμενον ταῖς πλαγίοις, ὡς ϝελένη καὶ §1.20.4ϝάναξ καὶ ϝοῖκος καὶ ϝαὴρ καὶ πολλὰ τοιαῦτα.
这个字符就像一个伽马,两条横线连在一条竖线上,例如维莱内和瓦纳克斯、沃伊科斯、瓦埃尔以及许多类似的词。
ἔπειτα μοῖρά τις αὐτῶν οὐκ ἐλαχίστη, ὡς ἡ γῆ πᾶσιν οὐκ ἀπέχρη, πείσαντες τοὺς Ἀβοριγῖνας συνάρασθαί σφισι τῆς ἐξόδου στρατεύουσιν ἐπὶ τοὺς Ὀμβρικοὺς καὶ πόλιν αὐτῶν εὐδαίμονα καὶ μεγάλην ἄφνω προσπεσόντες αἱροῦσι Κρότωνα·
随后,由于土地不够所有人使用,他们中很大的一部分人说服阿博里金人协助他们出征,便向翁布里亚人进军,并突然袭击占领了他们一座富庶而巨大的城市克罗顿。
ταύτῃ φρουρίῳ καὶ ἐπιτειχίσματι κατὰ τῶν Ὀμβρικῶν χρώμενοι, κατεσκευασμένῃ τε ὡς ἔρυμα εἶναι πολέμου ἀποχρώντως καὶ χώραν ἐχούσῃ τὴν πέριξ εὔβοτον, πολλῶν καὶ ἄλλων ἐκράτησαν χωρίων τοῖς τε Ἀβοριγῖσι τὸν πρὸς τοὺς Σικελοὺς πόλεμον ἔτι συνεστῶτα πολλῇ προθυμίᾳ συνδιέφερον, ἕως ἐξήλασαν αὐτοὺς ἐκ τῆς σφετέρας.
他们将这座城市用作对抗翁布里亚人的堡垒和前哨基地——因为它被充分修筑以作为战争防线,且周围拥有肥沃的牧场——他们还占领了许多其他地方,并以极大的热忱协助阿博里金人进行仍在持续的针对西科尔人的战争,直到将他们赶出自己的国土。
§1.20.5καὶ πόλεις πολλὰς, τὰς μὲν οἰκουμένας καὶ πρότερον ὑπὸ τῶν Σικελῶν, τὰς δʼ αὐτοὶ κατασκευάσαντες, ᾤκουν οἱ Πελασγοὶ κοινῇ μετὰ τῶν Ἀβοριγίνων, ὧν ἐστιν ἥ τε Καιρητανῶν πόλις, Ἄγυλλα δὲ τότε καλουμένη, καὶ Πίσα καὶ Σατορνία καὶ Ἄλσιον καὶ ἄλλαι τινὲς, ἃς ἀνὰ χρόνον ὑπὸ Τυρρηνῶν ἀφῃρέθησαν.
许多城市,其中一些是此前已由西科尔人居住的,另一些则是他们自己建造的,由伯拉斯吉人与阿博里金人共同居住。 这些城市包括凯雷人的城市(当时称为阿吉拉)、比萨、萨托尼亚、阿尔西乌姆以及其他一些城市,这些城市在随着时间的推移被第勒尼安人夺去。