Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.21.1-1.21.4

法莱里乌姆的希腊习俗与进军坎帕尼亚

第 21 段,共 962 段 · 希腊语

内容简介

本段描述了伯拉斯吉人曾占领的法莱里乌姆等地保留的希腊习俗,以及他们向坎帕尼亚平原扩张、建立拉里萨及其后拉里萨荒废的历史。

§1.21.1Φαλέριον δὲ καὶ Φασκέννιον ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι ὑπὸ Ῥωμαίων, μίκρʼ ἄττα διασώζουσαι ζώπυρα τοῦ Πελασγικοῦ γένους, Σικελῶν ὑπάρχουσαι πρότερον.
法莱里乌姆和法斯肯尼乌姆直到我的时代仍由罗马人居住,它们保留了伯拉斯吉种族的些许微弱火种,而此前这些地方曾属于西科尔人。
ἐν ταύταις διέμεινε πολλὰ τῶν ἀρχαίων διαιτημάτων, οἷς τὸ Ἑλληνικόν ποτʼ ἐχρήσατο, ἐπὶ μήκιστον χρόνον, οἷον ὅ τε τῶν ὅπλων τῶν πολεμιστηρίων κόσμος, ἀσπίδες Ἀργολικαὶ καὶ δόρατα, καὶ ὁπότε πολέμου ἄρχοντες ἢ τοὺς ἐπιόντας ἀμυνόμενοι στρατὸν ὑπερόριον ἀποστέλλοιεν ἱεροί τινες ἄνδρες ἄνοπλοι πρὸ τῶν ἄλλων ἰόντες σπονδοφόροι, τῶν τε ἱερῶν αἱ κατασκευαὶ καὶ τὰ ἕδη τῶν θεῶν ἁγισμοί τε καὶ θυσίαι καὶ πολλὰ τοιαῦτα ἕτερα·
在这些城市中,希腊人曾经使用过的许多古老习惯保存了极长的时间,例如战争武器的装备(阿尔戈斯式的盾和矛),以及每当他们发动战争或抵御入侵者而向境外派兵时,某些神圣的人不带武器,走在众人之前作为缔约使者,还有神庙的构造、神像、净化仪式、祭祀以及许多其他类似的事物。
§1.21.2πάντων δὲ περιφανέστατον μνημεῖον τῆς ἐν Ἄργει ποτὲ οἰκήσεως τῶν ἀνθρώπων ἐκείνων οἳ τοὺς Σικελοὺς ἐξήλασαν, ὁ τῆς Ἥρας νεὼς ἐν Φαλερίῳ κατεσκευασμένος ὡς ἐν Ἄργει, ἔνθα καὶ τῶν θυηπολιῶν ὁ τρόπος ὅμοιος ἦν καὶ γυναῖκες ἱεραὶ θεραπεύουσαι τὸ τέμενος ἥ τε λεγομένη κανηφόρος ἁγνὴ γάμων παῖς καταρχομένη τῶν θυμάτων χοροί τε παρθένων ὑμνουσῶν τὴν θεὸν ᾠδαῖς πατρίοις.
然而,那些驱逐了西科尔人的人们曾经居住在阿尔戈斯的最明显纪念碑,是在法莱里乌姆建造的赫拉神庙,其建造方式与在阿尔戈斯的一样,那里的祭祀方式也相似,有神圣的妇女侍奉圣地,被称为“负篮者”的纯洁未婚少女主持祭祀的开端,还有少女合唱队用祖传的歌谣赞美女神。
§1.21.3ἔσχον δέ τινα καὶ οὗτοι τῶν καλουμένων Καμπανῶν εὐβότων πάνυ καὶ τὴν ὄψιν ἡδίστων πεδίων οὐκ ἐλαχίστην μοῖραν, ἔθνος τι βαρβαρικὸν Αὐρωνίσσους ἐκ μέρους ἀναστήσαντες αὐτῶν·
这些人也占领了被称为坎帕尼亚平原的、极为肥沃且景色最宜人的不小一部分土地,并在一定程度上将一个名为奥罗尼索斯人的蛮族部落从那里驱逐出去。
καὶ πόλεις αὐτόθι κατεσκεύασαν ἄλλας τε καὶ Λάρισαν, ἐπὶ τῆς ἐν Πελοποννήσῳ σφῶν μητροπόλεως ὄνομα θέμενοι αὐτῇ.
他们在那里建造了其他城市,尤其是拉里萨,并以他们在伯罗奔尼撒的母邦之名为其命名。
§1.21.4τῶν μὲν οὖν ἄλλων πολισμάτων ἔστιν ἃ καὶ μέχρις ἐμοῦ ὀρθὰ ἦν, διαμείψαντα πολλάκις τοὺς οἰκήτορας·
因此,在其他城市中,有些即使多次更换了居民,直到我的时代仍然存在。
ἡ δὲ Λάρισα ἐκ πολλῶν πάνυ χρόνων ἐρημωθεῖσα οὐδʼ εἰ πώποτε ᾠκήθη γνώρισμα φανερὸν οὐδὲν ἔχει τοῖς νῦν ὅτι μὴ τοὔνομα, καὶ οὐδὲ τοῦτο πολλοὶ ἴσασιν·
但拉里萨从极久远的时代起就荒废了,对于今天的人们来说,除了名字之外,没有任何明显的痕迹表明这里曾经有人居住,而且连这个名字也没有多少人知道。
ἦν δὲ ἀγορᾶς Ποπιλίας καλουμένης οὐ πρόσω.
它距离所谓的波皮利亚市场不远。
πολλὰ δὲ καὶ ἄλλα τῆς τε παραθαλαττίου καὶ ἐν τῇ μεσογείῳ χωρία κατέσχον ἀφελόμενοι τοὺς Σικελούς.
他们还通过从西科尔人手中夺取,占领了沿海和内陆的其他许多地方。

词汇与语法注释

  1. 1.21.1Φαλέριον δὲ καὶ Φασκέννιον ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι ὑπὸ Ῥωμαίων, μίκρʼ ἄττα διασώζουσαι ζώπυρα τοῦ Πελασγικοῦ γένους, Σικελῶν ὑπάρχουσαι πρότερον — 主动词 ἦσαν οἰκούμεναι 以及分词 διασώζουσαι 和 ὑπάρχουσαι 均为阴性复数形式。尽管主语 Φαλέριον(中性单数)和 Φασκέννιον(中性单数)是中性名词,但由于它们指的是“城市”(πόλεις,阴性名词),因此根据意义一致法(ad sensum)采用了阴性复数形式。
  2. 1.21.1καὶ ὁπότε πολέμου ἄρχοντες ἢ τοὺς ἐπιόντας ἀμυνόμενοι στρατὸν ὑπερόριον ἀποστέλλοιεν — 由连接词 ὁπότε 引导的希求法动词 ἀποστέλλοιεν 表示过去的一般性重复(“每当他们派兵时”)。整个从句作为由 οἷον(例如)引入的“古老习惯(διαιτημάτων)”的具体例证的一部分。
  3. 1.21.2καταρχομένη τῶν θυμάτων — 动词 κατάρχομαι(开始祭祀的预备仪式)接属格 τῶν θυμάτων 作为其支配的对象,这是希腊语中表示开始或参与的动词接属格的传统句法。
  4. 1.21.3ἔσχον δέ τινα καὶ οὗτοι ... οὐκ ἐλαχίστην μοῖραν — 动词 ἔσχον 的直接宾语是 μοῖραν(一部分),它被 οὐκ ἐλαχίστην(不小,委婉陈述法)所修饰。不定代词 τινα 修饰这整个宾语短语,意为“某个不小的一部分”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.21.1-1.21.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.21.1-1.21.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。