§1.19.1οἱ δὲ διὰ τῆς μεσογείου τραπόμενοι, τὴν ὀρεινὴν τῆς Ἰταλίας ὑπερβαλόντες, εἰς τὴν Ὀμβρικῶν ἀφικνοῦνται χώραν τῶν ὁμορούντων Ἀβοριγῖσι.
而那些经由内陆前进的人,在翻越了意大利的山地之后,来到了与阿博里金人接壤的翁布里亚人的土地。
πολλὰ δὲ καὶ ἄλλα χωρία τῆς Ἰταλίας ᾤκουν Ὀμβρικοί, καὶ ἦν τοῦτο τὸ ἔθνος ἐν τοῖς πάνυ μέγα τε καὶ ἀρχαῖον.
翁布里亚人也居住在意大利的许多其他地方,这个部族是非常强大且古老的。
τὸ μὲν οὖν κατʼ ἀρχὰς ἐκράτουν οἱ Πελασγοὶ τῶν χωρίων ἔνθα τὸ πρῶτον ἱδρύσαντο καὶ πολισμάτια τῶν Ὀμβρικῶν κατελάβοντό τινα· συνελθόντος δʼ ἐπʼ αὐτοὺς μεγάλου στρατοῦ δείσαντες τῶν πολεμίων τὸ πλῆθος εἰς τὴν Ἀβοριγίνων ἀπιόντες τρέπονται.
因此起初,伯拉斯吉人统治着他们最早定居的地方,并占领了翁布里亚人的一些小城镇;但当一支大军向他们集结时,他们害怕敌人的数量,便退兵前往阿博里金人的领地。
§1.19.2καὶ οἱ μὲν Ἀβοριγῖνες ἅτε πολεμίοις ἐδικαίουν αὐτοῖς προσφέρεσθαι καὶ συνῄεσαν ἐκ τῶν ἔγγιστα χωρίων διὰ τάχους ὡς ἐξαναστήσοντες αὐτούς.
阿博里金人认为理应将他们作为敌人对待,并迅速从附近地区聚集起来,企图将他们驱逐。
οἱ δὲ Πελασγοί ʽτυγχάνουσι γὰρ ἐν τούτῳ τῷ χρόνῳ κατὰ δαίμονα περὶ Κοτυλίαν πόλιν Ἀβοριγίνων αὐλισάμενοι πλησίον τῆς ἱερᾶς λίμνησʼ ὡς δὲ τήν τε νησῖδα τὴν ἐν αὐτῇ περιδινουμένην κατέμαθον καὶ παρὰ τῶν αἰχμαλώτων, οὓς ἐκ τῶν ἀγρῶν ἔλαβον, ἤκουσαν τὸ τῶν ἐπιχωρίων ὄνομα τέλος ἔχειν σφίσι τὸ θεοπρόπιον ὑπέλαβον.
但伯拉斯吉人(因为此时他们恰好因神意而在圣湖附近、阿博里金人的城市科图利亚周边安营扎寨),当他们注意到湖中旋转漂浮的小岛,并从在田野里抓获的俘虏那里听到当地居民的名字时,便认为他们的神谕终于实现了。
§1.19.3ὁ γὰρ ἐν Δωδώνῃ γενόμενος αὐτοῖς χρησμός, ὅν φησι Λεύκιος Μάλλιος ἀνὴρ οὐκ ἄσημος αὐτὸς ἰδεῖν ἐπί τινος τῶν ἐν τῷ τεμένει τοῦ Διὸς κειμένων τριπόδων γράμμασιν ἀρχαίοις ἐγκεχαραγμένον, ὡδὶ εἶχε· "στείχετε μαιόμενοι Σικελῶν Σατόρνιον αἶαν ἠδʼ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται· οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.
因为在多多纳给予他们的神谕(一位并非默默无闻的人物留基乌斯·马利乌斯说,他曾亲自在宙斯圣域中放置的三脚祭器之一上看到过用古老文字刻下的这道神谕)是这样的:“去寻找西科尔人的萨托尼亚土地,以及阿博里金人的科图莱,那里有浮岛漂行;与他们融合,将十分之一献给福玻斯,将头颅送给克罗诺斯之子,并将活人送给父亲。
"
”