§1.2.1τὴν μὲν οὖν ὑπόθεσιν ὅτι καλὴν εἴληφα καὶ μεγαλοπρεπῆ καὶ πολλοῖς ὠφέλιμον οὐ μακρῶν οἶμαι δεήσειν λόγων τοῖς γε δὴ μὴ παντάπασιν ἀπείρως ἔχουσι τῆς κοινῆς ἱστορίας.
因此,关于我选择了一个高尚、宏伟且对大众极有益处的题材,我认为不需要冗长的言辞来向那些对通史并非完全一无所知的人作说明。
εἰ γάρ τις ἐπιστήσας τὴν διάνοιαν ἐπὶ τὰς παραδεδομένας ἐκ τοῦ παρεληλυθότος χρόνου πόλεών τε καὶ ἐθνῶν ἡγεμονίας, ἔπειτα χωρὶς ἑκάστην σκοπῶν καὶ παρʼ ἀλλήλας ἐξετάζων διαγνῶναι βουληθείη, τίς αὐτῶν ἀρχήν τε μεγίστην ἐκτήσατο καὶ πράξεις ἀπεδείξατο λαμπροτάτας ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους, μακρῷ δή τινι τὴν Ῥωμαίων ἡγεμονίαν ἁπάσας ὑπερβεβλημένην ὄψεται τὰς πρὸ αὐτῆς μνημονευομένας, οὐ μόνον κατὰ τὸ μέγεθος τῆς ἀρχῆς καὶ κατὰ τὸ κάλλος τῶν πράξεων, ἃς οὔπω κεκόσμηκε λόγος οὐδεὶς ἀξίως, ἀλλὰ καὶ κατὰ τὸ μῆκος τοῦ περιειληφότος αὐτὴν χρόνου μέχρι τῆς καθʼ ἡμᾶς ἡλικίας.
因为如果有人将心思转向从过去时代流传下来的城邦和民族的霸权,进而单独观察每一个并相互对照,试图辨别其中哪一个获得了最强大的统治权并在和平与战争中展现了最辉煌的功绩,他就会看到,罗马人的霸权不仅在统治的规模上、在至今尚无任何言辞能配得上加以修饰的功绩的美妙上,而且在将其包容至我们这一代的时间长度上,都远远超越了在它之前被提及的所有霸权。
§1.2.2ἡ μὲν γὰρ Ἀσσυρίων ἀρχὴ παλαιά τις οὖσα καὶ εἰς τοὺς μυθικοὺς ἀναγομένη χρόνους ὀλίγου τινὸς ἐκράτησε τῆς Ἀσίας μέρους.
因为亚述人的统治虽古老且可追溯到神话时代,却仅统治了亚洲极少的一部分。
ἡ δὲ Μηδικὴ καθελοῦσα τὴν Ἀσσυρίων καὶ μείζονα δυναστείαν περιβαλομένη χρόνον οὐ πολὺν κατέσχεν, ἀλλʼ ἐπὶ τῆς τετάρτης κατελύθη γενεᾶς.
而米底人的统治推翻了亚述,获得了更大的势力,但维持的时间并不长,在第四代便被消灭了。
Πέρσαι δὲ οἱ Μήδους καταγωνισάμενοι τῆς μὲν Ἀσίας ὀλίγου δεῖν πάσης τελευτῶντες ἐκράτησαν, ἐπιχειρήσαντες δὲ καὶ τοῖς Εὐρωπαίοις ἔθνεσιν οὐ πολλὰ ὑπηγάγοντο, χρόνον τε οὐ πολλῷ πλείονα διακοσίων ἐτῶν ἔμειναν ἐπὶ §1.2.3τῆς ἀρχῆς.
击败了米底人的波斯人最终统治了几乎整个亚洲,但当他们也企图染指欧洲各民族时,却未能使多少人屈服,并且他们处于统治地位的时间也未比两百年多出多少。
ἡ δὲ Μακεδονικὴ δυναστεία τὴν Περσῶν καθελοῦσα ἰσχὺν μεγέθει μὲν ἀρχῆς ἁπάσας ὑπερεβάλετο τὰς πρὸ αὐτῆς, χρόνον δὲ οὐδὲ αὕτη πολὺν ἤνθησεν, ἀλλὰ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον ἤρξατο φέρεσθαι.
马其顿的势力推翻了波斯的权力,在统治规模上固然超越了在它之前的所有统治,但它自身也并未繁荣太久,而是在亚历山大去世后开始走向衰落。
διασπασθεῖσα γὰρ εἰς πολλοὺς ἡγεμόνας εὐθὺς ἀπὸ τῶν διαδόχων καὶ μετʼ ἐκείνους ἄχρι τῆς δευτέρας ἢ τρίτης ἰσχύσασα προελθεῖν γενεᾶς, ἀσθενὴς αὐτὴ διʼ ἑαυτῆς ἐγένετο καὶ τελευτῶσα ὑπὸ Ῥωμαίων ἠφανίσθη.
因为它从继业者时代起就立即分裂为许多统治者,并且在他们之后虽有力量延续到第二或第三代,但它自身却变得软弱无力,最终被罗马人消灭。
§1.2.4καὶ οὐδὲ αὕτη μέντοι πᾶσαν ἐποιήσατο γῆν τε καὶ θάλασσαν ὑπήκοον· οὔτε γὰρ Λιβύης ὅτι μὴ τῆς πρὸς Αἰγύπτῳ οὐ πολλῆς οὔσης ἐκράτησεν, οὔτε τὴν Εὐρώπην ὅλην ὑπηγάγετο, ἀλλὰ τῶν μὲν βορείων αὐτῆς μερῶν μέχρι Θρᾴκης προῆλθε, τῶν δʼ ἑσπερίων μέχρι τῆς Ἀδριανῆς κατέβη θαλάσσης.
而且,即便这一统治也未能使所有的陆地和海洋都俯首称臣;因为对于利比亚,除了邻近埃及的并不广阔的部分之外,它并未予以统治,也未能征服整个欧洲,而是在其北部地区最远到达色雷斯,在西部地区最远下降到亚得里亚海。