Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.17.1-1.17.3

伯拉斯吉人的起源及与阿博里金人的结盟

第 17 段,共 962 段 · 希腊语

内容简介

讲述了被逐出帖萨利亚的伯拉斯吉人与阿博里金人结盟并共同对抗西西里人的经过,并概述了伯拉斯吉人的伯罗奔尼撒起源及其在希腊境内的多次迁徙历史。

§1.17.1ἔπειτα Πελασγῶν τινες τῶν οἰκούντων ἐν τῇ καλουμένῃ νῦν Θετταλίᾳ τὴν ἑαυτῶν ἀναγκασθέντες ἐκλιπεῖν σύνοικοι γίνονται τοῖς Ἀβοριγῖσι καὶ κοινῇ μετʼ ἐκείνων ἐπολέμουν πρὸς τοὺς Σικελούς.
然后,居住在现称帖萨利亚的一些伯拉斯吉人,被迫离开他们自己的家园,与阿博里金人共同居住,并同他们联合向西西里人作战。
ἐδέξαντο δὲ αὐτοὺς οἱ Ἀβοριγῖνες, ἴσως μὲν καὶ κατὰ τὴν τοῦ ὠφεληθήσεσθαι ἐλπίδα, ὡς δʼ ἐγὼ §1.17.2πείθομαι κατὰ τὸ συγγενὲς μάλιστα.
阿博里金人接纳了他们,也许是寄希望于能获得帮助,但在我看来,这主要是由于血缘关系。
ἦν γὰρ δὴ καὶ τὸ τῶν Πελασγῶν γένος Ἑλληνικὸν ἐκ Πελοποννήσου τὸ ἀρχαῖον, ἐχρήσατο δὲ τύχαις δυσπότμοις εἰς πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ εἰς τὴν πολύπλανόν τε καὶ οὐδενὸς τόπου βέβαιον οἴκησιν, πρῶτον μὲν γὰρ περὶ τὸ καλούμενον νῦν Ἀχαϊκὸν Ἄργος ᾤκησαν αὐτόχθονες ὄντες, ὡς οἱ πολλοὶ περὶ αὐτῶν λέγουσι.
因为伯拉斯吉人的种族确实是希腊裔,最初来自伯罗奔尼撒,他们遭遇了许多不运,尤其是四处漂泊而无固定的居所。 因为起初,他们作为土著居住在现称为阿开亚阿尔戈斯的地方,正如大多数关于他们的记载所说的那样。
τὴν δὲ ἐπωνυμίαν ἔλαβον ἐξ ἀρχῆς ταύτην ἐπὶ τοῦ §1.17.3Πελασγοῦ βασιλέως.
而他们最初从国王伯拉斯古斯那里得到了这个称呼。
ἦν δὲ ὁ Πελασγὸς ἐκ Διὸς, ὡς λέγεται, καὶ Νιόβης τῆς Φορωνέως, ᾗ πρώτῃ γυναικὶ θνητῇ μίσγεται ὁ Ζεὺς ὡς ὁ μῦθος ἔχει.
而伯拉斯古斯,据说是宙斯与福罗纽斯之女尼奥比所生,神话中尼奥比是宙斯结合的第一位凡人女性。
ἕκτῃ δʼ ὕστερον γενεᾷ Πελοπόννησον ἐκλιπόντες εἰς τὴν τότε μὲν Αἱμονίαν, νῦν δὲ Θετταλίαν ὀνομαζομένην μετανέστησαν·
六代之后,他们离开伯罗奔尼撒,迁徙到当时被称为海摩尼亚、现在被称为帖萨利亚的地方。
ἡγοῦντο δὲ τῆς ἀποικίας Ἀχαιὸς καὶ Φθῖος καὶ Πελασγὸς οἱ Λαρίσης καὶ Ποσειδῶνος υἱοί.
这支移民队伍由阿开乌斯、普提乌斯和伯拉斯古斯率领,他们是拉里萨和波塞冬的儿子。
ἀφικόμενοι δʼ εἰς τὴν Αἱμονίαν τούς τε κατοικοῦντας ἐν αὐτῇ βαρβάρους ἐξελαύνουσι καὶ νέμονται τὴν χώραν τριχῇ, τοῖς ἡγεμόσι ποιήσαντες ὁμωνύμους τὰς μοίρας, Φθιῶτιν καὶ Ἀχαΐαν καὶ Πελασγιῶτιν.
抵达海摩尼亚后,他们驱逐了居住在那里的野蛮人,并将土地一分为三,以领袖的名字命名这些份额,即普提奥提斯、阿开亚和伯拉斯吉奥提斯。
πέντε δὲ μείναντες αὐτόθι γενεάς, ἐν αἷς ἐπὶ μήκιστον εὐτυχίας ἤλασαν τὰ κράτιστα τῶν ἐν τῇ Θετταλίᾳ πεδίων καρπούμενοι, περὶ τὴν ἕκτην γενεὰν ἐξελαύνονται Θετταλίας ὑπό τε Κουρήτων καὶ Λελέγων, οἳ νῦν Αἰτωλοὶ καὶ Λοκροὶ καλοῦνται, καὶ συχνῶν ἄλλων τῶν περὶ τὸν Παρνασὸν οἰκούντων, ἡγουμένου τῶν πολεμίων Δευκαλίωνος τοῦ Προμηθέως, μητρὸς δὲ Κλυμένης τῆς Ὠκεανοῦ.
在此停留了五代,其间他们享受着帖萨利亚最肥沃的平原,达到了繁荣的顶峰。 但到了大约第六代,他们被库雷特人和莱莱格人—— 即现在的埃托利亚人和洛克里斯人——以及居住在帕纳苏斯山周围的许多其他人逐出了帖萨利亚,敌方的领袖是德乌卡里翁,他是普罗米修斯与大洋神女克吕墨涅(俄刻阿诺斯之女)的儿子。

词汇与语法注释

  1. 1.17.1κατὰ τὴν τοῦ ὠφεληθήσεσθαι ἐλπίδα — 冠词性将来时被动不定式的属格形式 `τοῦ ὠφεληθήσεσθαι` 修饰名词 `ἐλπίδα`,在语法上起同位语作用,用以说明所期待的具体内容(即获得帮助)。
  2. 1.17.3ἡγουμένου τῶν πολεμίων Δευκαλίωνος — 这是一个属格绝对结构,其中 `Δευκαλίωνος` 为逻辑主语,现在分词 `ἡγουμένου` 为谓语,意为“在德乌卡里翁率领敌军的情况下”。该主语后面还接有表示其父母的属格短语进行修饰:`τοῦ Προμηθέως`(其父)与 `μητρὸς δὲ Κλυμένης...`(其母)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.17.1-1.17.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.17.1-1.17.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。