§1.15.1ἀπὸ δὲ σταδίων ἑβδομήκοντα Ῥεάτου Κοτυλία πόλις ἐπιφανὴς πρὸς ὄρει κειμένη·
距离雷阿特七十斯塔德之处,是靠近山峦而建的著名城市科图利亚。
ἧς ἐστιν οὐ πρόσω λίμνη τεττάρων πλέθρων ἔχουσα τὴν διάστασιν, αὐθιγενοῦς πλήρης νάματος ἀπορρέοντος ἀεί, βάθος ὡς λέγεται ἄβυσσος.
离该城不远有一座湖,其宽度达四普勒特拉,湖中充满了不断流出的自涌泉水,据说其深度无法测出。
ταύτην ἔχουσάν τι θεοπρεπὲς ἱερὰν τῆς Νίκης οἱ ἐπιχώριοι νομίζουσι καὶ περιείρξαντες κύκλῳ στέμμασι τοῦ μηδένα τῷ νάματι πελάζειν ἄβατον φυλάττουσιν, ὅτι μὴ καιροῖς τισι διετησίοις, ἐν οἷς ἱερὰ θύουσιν ἃ νόμος ἐπιβαίνοντες τῆς ἐν αὐτῇ νησῖδος οἷς ὅσιον.
当地居民认为这湖具有某种神圣的特质,将其奉为尼克的圣地,并用花冠环绕四周,使其保持禁入状态,以防任何人接近泉水,唯有在每年特定的时期例外,届时只有那些被神法允许的人才会登上湖中的小岛,并献上习俗所规定的神圣祭品。
§1.15.2ἡ δὲ νῆσός ἐστι μὲν ὡσπερὰν πεντήκοντα ποδῶν τὴν διάμετρον, ὑπερανέστηκε δὲ τοῦ νάματος οὐ πλεῖον ἢ ποδιαῖον ὕψος· ἀνίδρυτος δʼ ἐστὶ καὶ περινήχεται πολλαχῇ δινοῦντος αὐτὴν ἄλλοτε κατʼ ἄλλους τόπους ἠρέμα τοῦ πνεύματος.
这座小岛的直径大约有五十英尺,高出水面不过一英尺左右;它没有固定,随着微风时而将其轻缓地从一处吹到另一处,而在各处漂浮游移。
χλόη δέ τις ἐν αὐτῇ φύεται βουτόμῳ προσεμφερὴς καὶ θάμνοι τινὲς οὐ μεγάλοι, πρᾶγμα κρεῖττον λόγου τοῖς ἀθεάτοις ὧν ἡ φύσις δρᾷ καὶ θαυμάτων οὐδενὸς δεύτερον.
岛上生长着一种类似于蔺草的草以及一些不大的灌木;对于那些未曾亲眼目睹自然伟绩的人来说,这是一件无法用言语形容的事情,也是不亚于任何奇迹的景观。