§2.1πεποίηται δὲ καὶ ὁ νεὼς λίθου τετραγώνου οὐ φαύλως· ἀλλὰ τὸ τοῦ Ἑρμοῦ ἄγαλμα οὔτε τοῦ νεὼ ἄξιόν ἐστιν οὔτε αὐτοῦ τοῦ χωρίου.
神殿也是用方石建造的,相当不错;但赫尔墨斯的雕像既配不上这座神殿,也配不上这个地方。
εἰ δέ σοι δοκεῖ, πέμψον μοι πεντάπουν μάλιστα Ἑρμοῦ ἄγαλμα· τηλικοῦτον γάρ μοι δοκεῖ ἔσεσθαι ὥς γε πρὸς τὸν νεὼν σύμμετρον.
如果您同意,请送我一座大约五英尺高的赫尔墨斯雕像;因为在我看来,这样的尺寸与神殿是相称的。
καὶ ἄλλο τοῦ Φιλησίου τετράπουν· §2.2οὐ γὰρ ἀπὸ τρόπου δοκεῖ μοι σύνναος καὶ σύμβωμος ἔσεσθαι τῷ προπάτορι.
还要另一尊菲莱修斯的四英尺雕像;因为在我看来,让他与他的祖先共享神殿和祭坛并非不合适。
καὶ ὃ μέν τις τῷ Ἑρμῇ, ὃ δὲ τῷ Φιλησίῳ, ὃ δὲ καὶ ἀμφοῖν θύσει παριών.
路过的人,有的会向赫尔墨斯献祭,有的会向菲莱修斯献祭,有的则会向两者献祭。
χαριοῦνται δὲ καὶ οὗτοι κἀκεῖνοι τῷ τε Ἑρμῇ καὶ τῷ Φιλησίῳ· τῷ μέν Ἑρμῇ, ὅτι τὸν ἔγγονον αὐτοῦ τιμῶσιν, τῷ δὲ Φιλησίῳ, ὅτι τὸν αὐτοῦ προπάτορα.
这些人也罢,那些人也罢,都会取悦赫尔墨斯和菲莱修斯:取悦赫尔墨斯,是因为他们尊敬他的子孙;取悦菲莱修斯,是因为他们尊敬他的祖先。
ὡς ἔγωγε καὶ ἐβουθύτησα ἐνταῦθα, οὐχ §2.3ὥσπερ ὁ Ξενοφῶν ἐκεῖνος ἐν Κάλπης λιμένι ὑφʼ ἁμάξης βοῦν λαβὼν διʼ ἀπορίαν ἱερείων, ἀλλὰ τῶν Τραπεζουντίων αὐτῶν παρασκευασάντων ἱερεῖον οὐκ ἀγεννές.
事实上,我自己也在这里献祭了一头牛,这绝非像那位著名的色诺芬在卡尔佩港那样,因为缺少祭牲而从货车下牵了一头牛,而是由特拉佩祖斯人自己提供了一头相当体面的祭牲。
καὶ ἐσπλαγχνευσάμεθα αὐτόθι καὶ τοῖς σπλάγχνοις ἐπεσπείσαμεν.
我们当场品尝了内脏,并在内脏上倾倒了奠酒。
ὅτῳ δὲ πρώτῳ τἀγαθὰ ηὐχόμεθα, οὐ λανθάνομέν §2.4σε τόν τε τρόπον τὸν ἡμέτερον οὐκ ἀγνοοῦντα καὶ σαυτῷ συνειδότα ὅτι ἄξιος εἶ ὑπὲρ ὅτου πάντες ἃν εὔξαιντο τἀγαθὰ κἂν ὅσοι ἡμῶν ἔλαττον ὑπὸ σοῦ εὖ πεπόνθασιν.
至于我们首先为谁祈求福祉,这绝没有瞒过您,因为您并非不知道我们的行事方式,且您自己也深知,您配得上让所有人(哪怕是我们中从您那里得到恩惠较少的人)为您祈求所有的福祉。