§24.1ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα.
从伊斯特罗斯河被称为普西隆的河口到第二个河口为60斯塔德。
ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα.
从这里到被称为卡隆的河口为40斯塔德。
καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα.
而从卡隆到如此命名的伊斯特罗斯河第四个河口纳拉康为60斯塔德。
§24.2ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι.
从这里到第五个河口为120斯塔德,再从那里到伊斯特里亚市为500斯塔德。
ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι τριακόσιοι.
从这里到托梅斯市为300斯塔德。
§24.3ἀπὸ δὲ Τομέως ἐς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν.
从托梅斯到卡拉蒂斯市为另外的300斯塔德,那里有船只的停泊地。
ἐνθένδε ἐς Καρῶν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν· καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κλῄζεται.
从这里到卡里亚人港为180斯塔德,港口周围的土地被称为卡里亚。
ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα στάδιοι εἴκοσι καὶ ἑκατόν.
从卡里亚人港到特特里西亚斯为120斯塔德。
ἐνθένδε ἐς Βιζώνην χῶρον ἔρημον στάδιοι ἑξήκοντα.
从这里到比佐内这片荒凉之地为60斯塔德。
§24.4ἀπὸ δὲ Βιζώνης ἐς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα.
从比佐内到迪奥尼索波利斯为80斯塔德。
ἐνθένδε ἐς Ὀδησσὸν διακόσιοι· ὅρμος ναυσίν.
从这里到奥德索斯为200斯塔德,那里有船只的停泊地。
ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ ἐς τὸν Πόντον καθήκουσιν, στάδιοι τριακόσιοι ἑξήκοντα.
从奥德索斯到海慕斯山的麓部(该山确实延伸入蓬托斯海)为360斯塔德。
καὶ δεῦρο ὅρμος ναυσίν.
这里也有船只的停泊地。
ἐκ δὲ τοῦ Αἵμου ἐς Μεσημβρίαν πόλιν ἐνενήκοντα· §24.5ὅρμος ναυσίν.
从海慕斯山到梅森布里亚市为90斯塔德,那里有船只的停泊地。
καὶ ἐκ Μεσημβρίας ἐς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου ἐς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν.
从梅森布里亚到安基亚罗斯市为70斯塔德,从安基亚罗斯到阿波罗尼亚为180斯塔德。
αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες §24.6εἰσίν, ᾠκισμέναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι ἐς τὸν Πόντον.
所有这些城市都是希腊人的城市,创建于斯基泰,处于航入蓬托斯海之人的左侧。
ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα· ὅρμος ναυσίν.
从阿波罗尼亚到赫罗内索斯为60斯塔德,那里有船只的停泊地。
καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τεῖχος πεντήκοντα καὶ διακόσιοι.
从赫罗内索斯到奥莱乌斯墙为250斯塔德。
ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσι καὶ ἑκατόν.
从这里到锡尼亚斯海岸为120斯塔德。
ἀπὸ δὲ Θυνιάδος ἐς Σαλμυδησσὸν στάδιοι διακόσιοι.
从锡尼亚斯到萨尔米德索斯为200斯塔德。