Humanitext Reader

阿利安 · 黑海环航记 §23.1-23.4

关于阿喀琉斯显灵的传闻与作者的评价

第 23 段,共 25 段 · 希腊语

内容简介

作者记录了关于阿喀琉斯以梦境或清醒时的幻影显现在岛上及附近航行者面前的传闻,并表明自己基于阿喀琉斯的品质而坚信其英雄身份。

§23.1φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοῖς μὲν προσσχοῦσι τῇ νήσῳ, τοῖς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτῆς ἀπόσχωσιν, καὶ φράζειν ὅποι προσσχεῖν τῆς νήσου ἄμεινον καὶ ὅποι ὁρμίσασθαι.
据说,阿喀琉斯会托梦给那些已在岛上着陆的人,以及那些正乘船航行且离岛不远的人,并告诉他们岛上的什么地方更适合着陆,以及何处适合停泊。
οἳ δὲ καὶ ὕπαρ λέγουσιν φανῆναί σφισιν ἐπὶ τοῦ ἱστοῦ ἢ ἐπʼ ἄκρου τοῦ §23.2κέρως τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους·
而另一些人则说,阿喀琉斯甚至在他们清醒时也曾显现过,就像双子神一样,立于桅杆之上或帆桁的末端。
τοσόνδε μόνον τῶν Διοσκόρων μεῖον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκοροι τοῖς πανταχοῦ πλωιζομένοις ἐναργεῖς φαίνονται καὶ φανέντες σωτῆρες γίγνονται, ὃ δὲ τοῖς πελάζουσιν ἤδη τῇ νήσῳ.
阿喀琉斯与双子神相比,仅在这点上有所不及:双子神会清晰地显现在任何地方航行的人面前,并在显现后成为他们的救主;而他则仅显现在已经接近该岛的人面前。
οἳ δὲ καὶ τὸν Πάτροκλόν §23.3σφισιν ὀφθῆναι ἐνύπνιον λέγουσιν.
还有人说,帕特罗克洛斯也曾在梦中向他们显现。
τάδε μὲν ὑπὲρ τῆς νήσου τῆς τοῦ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τῶν ἢ αὐτῶν προσσχόντων ἢ ἄλλων πεπυσμένων·
关于阿喀琉斯的这座岛屿,以上这些是我根据那些亲自着陆过的人、或是从他人处听说的人的传闻所记录下来的。
καί μοι δοκεῖ οὐκ ἄπιστα εἶναι.
而且在我看来,这些并非不可置信。
§23.4Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρω εἶναι, τῇ τε εὐγενείᾳ τεκμαιρόμενος καὶ τῷ κάλλει καὶ τῇ ῥώμῃ τῆς ψυχῆς καὶ τῷ νέον μεταλλάξαι ἐξ ἀνθρώπων καὶ τῇ Ὁμήρου ἐπʼ αὐτῷ ποιήσει καὶ τῷ ἐρωτικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανεῖν ἑλέσθαι τοῖς παιδικοῖς.
因为我确信,如果说有其他任何人是英雄的话,阿喀琉斯更是如此。 我是根据他的高贵出身、美貌、灵魂的力量、年轻时便离开人世、荷马关于他的诗作,以及他极重情谊且热爱同伴——以至于他甚至选择为爱人殉情——来做出这一判断的。

词汇与语法注释

  1. ¦34¦ἐνύπνιον — 意为“在梦中”的副词性宾格,与后文的 ὕπαρ(清醒时)形成对比。
  2. ¦34¦οἳ δὲ — 关系代词用作指示代词,意为“还有一些人”。
  3. 23.2τοσόνδε μόνον τῶν Διοσκόρων μεῖον ἔχειν — μεῖον ἔχειν 意为“不及、逊色”,τῶν Διοσκόρων 是比较属格。其后接有表示照应关系的 ὅσον。
  4. 23.4Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρω εἶναι — 双格不定式结构(Ἀχιλλέα... ἥρω εἶναι)作为 πείθομαι(我确信)的补足语。εἴπερ τινὰ καὶ ἄλλον 是一个惯用表达,意为“如果说还有其他任何人[是英雄]的话(他比任何人都更是)”。
  5. 23.4τῷ νέον μεταλλάξαι ἐξ ἀνθρώπων — 无介词的与格冠词性不定式,表示判断的“原因/依据”(“因为…… / 借由……”)。νέον 是一个形容词(或副词性用法),意为“在年轻时”,作为不定式逻辑主语(阿喀琉斯)的叙述性补语。
  6. 23.4τοῖς παιδικοῖς — 中性复数名词 παιδικά(指“挚爱的人、情人”)在此处指代单一对象(即帕特罗克洛斯)。使用与格是因为它是复合动词 ἐπαποθανεῖν(追随……而死)的宾语。

引用这一段

阿利安, 黑海环航记 §23.1-23.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0074.tlg004.humanitext-grc2:23.1-23.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。