§25.1τούτου τοῦ χωρίου μνήμην πεποίηται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν.
长老色诺芬曾提及这个地方,并说他自己所率领的希腊人军队,在他与色雷斯人色乌塞斯进行最后一次远征时,曾到达这里。
καὶ περὶ τὴς ἀλιμενότητος τοῦ §25.2χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσιν διαμάχονται.
关于该地缺乏港口的状况,他写了许多:即船只在冬季风暴的逼迫下会在此处搁浅,而邻近的色雷斯人则为了难破船的分配在他们之间互相争斗。
ἀπὸ δὲ Σαλμυδησσοῦ §25.3ἐς Φρυγίαν στάδιοι τριάκοντα καὶ τριακόσιοι.
从萨尔米德索斯到弗里吉亚为330斯塔德。
ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι.
从这里到克亚涅埃为320斯塔德。
αὗται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἶναι, καὶ διὰ τούτων πρώτην ναῦν περᾶσαι τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ἰάσονα ἤγαγεν ἐκ δὲ Κυανέων ἐπὶ τὸ
这就是诗人们所说的、过去曾是漂移之岩的那些克亚涅埃,而把伊阿宋载往科尔基斯人的阿尔戈号,作为第一艘船通过了这里。
§25.4ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου, ἵναπερ τὸ στόμα τοῦ Πόντου, στάδιοι τεσσαράκοντα.
从克亚涅埃到顺风宙斯神庙(正好是蓬托斯海口之处)为40斯塔德。
ἐνθένδε ἐς λιμένα Δάφνης τῆς Μαινομένης καλουμένης στάδιοι τεσσαράκοντα.
从这里到被称为“狂乱的达芙妮”的港口为40斯塔德。
ἀπὸ δὲ Δάφνης ἐς Βυζάντιον ὀγδοήκοντα.
从达芙妮到拜占庭为80斯塔德。
τάδε μὲν καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν Βυζάντιον.
以上便是从金米里亚海峡到色雷斯海峡以及拜占庭市的行程。