§11.1Τραπεζουντίοις μέν, καθάπερ καὶ Ξενοφῶν λέγει, Κόλχοι ὅμοροι.
如色诺芬所说,科尔基斯人与特拉佩祖斯人接壤。
καὶ οὓς λέγει τοὺς μαχιμωτάτους καὶ ἐχθροτάτους εἶναι τοῖς Τραπεζουντίοις, ἐκεῖνος μὲν Δρίλας ὀνομάζει, ἐμοὶ δὲ δοκοῦσιν οἱ Σάννοι οὗτοι εἶναι.
而他称之为对特拉佩祖斯人最骁勇好战且最为敌对的那些人,他命名为德里莱人,但在我看来,他们就是这些桑尼人。
καὶ γὰρ μαχιμώτατοί εἰσιν ἐς τοῦτο ἔτι καὶ τοῖς Τραπεζουντίοις ἐχθρότατοι, καὶ χωρία ὀχυρὰ οἰκοῦσιν, ἔθνος ἀβασίλευτον καὶ πάλαι §11.2μὲν καὶ φόρου ὑποτελὲς Ῥωμαίοις, ὑπὸ δὲ τοῦ λῃστεύειν οὐκ ἀκριβοῦσιν τὴν ἀποφοράν.
因为他们至今仍极度好战,且对特拉佩祖斯人最显敌意,居住在坚固的地方,是一个无王的部落,古时虽然也向罗马人纳贡,但由于他们进行掠夺,因此并未精确缴纳贡赋。
ἀλλὰ νῦν γε διδόντος θεοῦ ἀκριβώσουσιν, ἢ ἐξελοῦμεν αὐτούς.
不过至少在现在,若神允许,他们要么会精确缴纳,要么我们就会将他们驱逐。
τούτων δὲ ἔχονται Μάκρωνες καὶ Ἡνίοχοι· βασιλεὺς δʼ αὐτῶν Ἀγχίαλος.
紧邻他们的是马克罗内斯人和赫尼奥霍伊人;他们的国王是安基阿鲁斯。
Μακρώνων δὲ καὶ Ἡνιόχων ἐχόμενοι Ζυδρεῖται· Φαρασμάνου οὗτοι ὑπήκοοι.
紧邻马克罗内斯人和赫尼奥霍伊人的是祖德雷泰人;他们是法拉斯马内斯的臣属。
Ζυδρειτῶν δὲ Λαζοί· βασιλεὺς δὲ Λαζῶν Μαλάσσας, ὃς τὴν βασιλείαν παρὰ σοῦ ἔχει.
紧邻祖德雷泰人的是拉佐伊人;拉佐伊人的国王是马拉斯萨斯,他从您那里获得王位。
Λαζῶν δὲ Ἀψίλαι ἔχονται· βασιλεὺς §11.3δὲ αὐτῶν Ἰουλιανός· οὗτος, ἐκ τοῦ πατρὸς τοῦ σοῦ τὴν βασιλείαν ἔχει.
紧邻拉佐伊人的是阿普西莱人;他们的国王是尤里安;他从您的父亲那里获得王位。
Ἀψίλαις δὲ ὅμοροι Ἀβασκοί· καὶ Ἀβασκῶν βασιλεὺς Ῥησμάγας· καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔχει.
与阿普西莱人接壤的是阿巴斯科伊人;阿巴斯科伊人的国王是雷斯马加斯;他也从您那里获得王位。
Ἀβασκῶν δὲ ἐχόμενοι Σανίγαι, ἵναπερ καὶ ἡ Σεβαστόπολις ᾤκισται· Σανιγῶν βασιλεὺς Σπαδάγας ἐκ σοῦ τὴν βασιλείαν ἔχει.
紧邻阿巴斯科伊人的是萨尼盖人,塞巴斯托波利斯也建于该地;萨尼盖人的国王斯帕达加斯从您那里获得王位。
— μέχρι μὲν δὴ §11.4Άψάρου ὡς πρὸς ἕω ἐπλέομεν ἐν δεξιᾷ τοῦ Εὐξείνου, ὁ δὲ Ἄψαρος πέρας ἐφάνη μοι εἶναι κατὰ μῆκος τοῦ Πόντου· ἔνθεν γὰρ ἤδη πρὸς ἄρκτον ὁ πλοῦς ἡμῖν ἐγίγνετο ἔστε ἐπὶ Χῶβον ποταμόν, καὶ ὑπὲρ τὸν Χῶβον ἐπὶ τὸν Σιγγάμην.
——的确,直到阿普萨罗斯为止,我们都是将黑海置于右侧向东航行,而阿普萨罗斯在我看来是沿着黑海长度的终点;因为从那里开始,我们的航程就已经转向北方,直到霍博斯河,并越过霍博斯河到达辛加梅斯河。
ἀπὸ δὲ Σιγγάμου ἐκάμπτομεν ἐς τὴν λαιὰν πλευρὰν τοῦ Πόντου ἔστε ἐπὶ τὸν Ἵππον ποταμόν.
从辛加梅斯河出发,我们转向黑海的左侧,直到希波斯河。
§11.5ἀπὸ δὲ τοῦ Ἵππου ὡς ἐπʼ Ἀστέλεφον καὶ Διοσκουριάδα κατείδομεν τὸν Καύκασον τὸ ὄρος, τὸ ὕψος μάλιστα κατὰ τὰς Ἄλπεις τὰς Κελτικάς.
从希波斯河出发,当我们朝向阿斯泰莱福斯和迪奥斯库里亚斯航行时,我们望见了高加索山脉,其高度大致相当于凯尔特阿尔卑斯山。
καὶ τοῦ Καυκάσου κορυφή τις ἐδείκνυτο — στρόβιλος τῇ κορυφῇ ὄνομα —, ἵναπερ ὁ Προμηθεὺς κρεμασθῆναι ὑπὸ Ἡφαίστου κατὰ πρόσταξιν Διὸς μυθεύεται.
高加索的一座山峰展现在我们面前——其峰名为斯特罗比洛斯——传说中,普罗米修斯曾因宙斯的命令而被赫菲斯托斯悬挂于该处。