§10.1ἀπὸ δὲ τοῦ Φάσιδος Χαρίεντα ποταμὸν παρημείψαμεν ναυσίπορον· στάδιοι μεταξὺ ἀμφοῖν ἐνενήκοντα.
从法西斯河出发,我们驶过了可通航的哈里恩斯河;两河之间相距九十斯塔迪翁。
καὶ ἀπὸ τοῦ Χαρίεντος ἐς Χῶβον ποταμὸν ἐσεπλεύσαμεν ἄλλους ἐνενήκοντα, ἵναπερ καὶ ὡρμίσθημεν.
从哈里恩斯河到霍博斯河,我们又航行了九十斯塔迪翁并驶入其中,在此处我们抛锚停泊。
ὧν δὲ ἕνεκα, καὶ ὅσα ἐνταῦθα ἐπράξαμεν, δηλώσει σοι τὰ Ῥωμαϊκὰ §10.2γράμματα.
至于为什么如此,以及我们在此处做了什么,拉丁文公文会向您表明。
ἀπὸ δὲ τοῦ Χώβου Σιγγάμην ποταμὸν παρημείψαμεν ναυσίπορον· διέχει δὲ τοῦ Χώβου σταδίους ἐς δέκα καὶ διακοσίους μάλιστα.
从霍博斯河出发,我们驶过了可通航的辛加梅斯河;它距离霍博斯河大约有二百一十斯塔迪翁。
ἔχεται δὲ τοῦ Σιγγάμου Ταρσούρας ποταμός· στάδιοι εἴκοσι καὶ ἑκατὸν μεταξὺ ἀμφοῖν.
紧邻辛加梅斯河的是塔尔苏拉斯河;两河之间相距一百二十斯塔迪翁。
ὁ δὲ Ἵππος ποταμὸς τοῦ Ταρσούρου πεντήκοντα σταδίους καὶ ἑκατὸν διέχει, καὶ τοῦ Ἵππου ὁ Ἀστέλεφος τριάκοντα.
希波斯河距离塔尔苏拉斯河一百五十斯塔迪翁,而阿斯泰莱福斯河距离希波斯河三十斯塔迪翁。
§10.3παραμείψαντες δὲ τὸν Ἀστέλεφον ἐς Σεβαστόπολιν ἥκομεν πρὸ μεσημβρίας, ἀπὸ Χώβου ὁρμηθέντες, σταδίους εἴκοσι καὶ ἑκατὸν τοὺς ἀπὸ Ἀστελέφου, ὡς καὶ τὴν μισθοφορὰν τοῖς στρατιώταις δοῦναι τῆς αὐτῆς ἡμέρας, καὶ τοὺς ἵππους καὶ τὰ ὅπλα ἰδεῖν καὶ τοὺς ἱππέας ἀναπηδῶντας ἐπὶ τοὺς ἵππους καὶ τοὺς κάμνοντας καὶ τὸν σῖτον, καὶ τὸ τεῖχος περιελθεῖν καὶ τὴν τάφρον.
驶过阿斯泰莱福斯河后,我们在正午之前抵达了塞巴斯托波利斯。 我们自霍博斯河出发,从阿斯泰莱福斯河起航行了一百二十斯塔迪翁,以便在同一天内分发士兵的薪饷,检查马匹和武器,并视察骑兵跃上马背的训练,以及病员和粮食储备,并巡视城墙与护城河。
στάδιοι ἀπὸ Χώβου §10.4ἐς Σεβαστόπολιν τριάκοντα καὶ ἑξακόσιοι· ἀπὸ Τραπεζοῦντος δὲ ἐς Σεβαστόπολιν ἑξήκοντα καὶ διακόσιοι καὶ δισχίλιοι.
从霍博斯河到塞巴斯托波利斯为六百三十斯塔迪翁;而从特拉佩祖斯到塞巴斯托波利斯为二千二百六十斯塔迪翁。
ἡ δὲ Σεβαστόπολις πάλαι Διοσκουριὰς ἐκαλεῖτο, ἄποικος Μιλησίων.
塞巴斯托波利斯古称迪奥斯库里亚斯,是米利都人的殖民地。
ἔθνη δὲ παρημείψαμεν τάδε.
我们所经过的部落如下。