§12.1τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζοῦντα πόλιν ὧδε ἔχει.
从色雷斯博斯普鲁斯直到特拉佩祖斯市的情况如下。
κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερόν, ἐν ᾧ νεώς ἐστι Διὸς Οὐρίου οὕτω προσαγορευομένου.
在色雷斯博斯普鲁斯和黑海之口附近,于属于比提尼亚人部落的亚洲右侧部分,坐落着一个被称为希埃隆的地方,其中有一座如此称呼的顺风宙斯神殿。
τοῦτο δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τοῖς ἐς τὸν Πόντον πλέουσιν.
而这个地方是那些航行进入黑海之人的出发点。
§12.2ἐσπλεύσαντι δὲ ἐς τὸν Πόντον, ἐν δεξιᾷ δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ ἐχόμενον μέρος τοῦ Βιθυνῶν ἔθνους τὸ πρὸς τὸν Πόντον κείμενον, ὁ περίπλους ὧδε ἔχει.
对于驶入黑海、将亚洲置于右侧并绕航属于比提尼亚部落且面向黑海的相邻部分之人而言,其绕航行程如下。
τὸ Ἱερὸν τοὺ Διὸς τοῦ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν.
顺风宙斯的希埃隆距离拜占庭一百二十斯塔德。
καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθʼ ὅ τι ἐσβάλλει §12.3ἐς τὴν Προποντίδα.
而在此处,所谓的黑海之口最为狭窄,它由此注入马尔马拉海。
ταῦτα μὲν εἰδότι σοι λέγω.
这些事我是对已经知晓的您说的。
ἀπὸ δὲ τοῦ Ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός· σταδίους διέχει τοῦ Ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα.
从希埃隆出发,对于将亚洲置于右侧航行之人而言,有雷巴斯河;它距离宙斯之希埃隆九十斯塔德。
ἔπειτα ἡ Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν.
接着是所谓的梅莱纳角,一百五十斯塔德。
ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν.
从梅莱纳角到阿尔塔内斯河,此处在阿佛洛狄忒神殿旁亦有供小型船只停泊的锚地,另有一百五十斯塔德。
§12.4ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν· καὶ πλοῖα σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν.
从阿尔塔内斯河到普西里斯河是一百五十斯塔德;在离河口不远处凸出的岩石旁,小型船只或许可以停泊。
ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι §12.5στάδιοι.
从那里到卡尔佩港是二百一十斯塔德。
ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστιν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.
卡尔佩港是一个怎样的地方,是怎样的锚地,以及其中有冰冷且清澈的泉水,还有海边有适合造船的木材森林,且林中野兽繁多,这些都已由年长的色诺芬叙述过了。
ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος
从卡尔佩港到罗埃是二十斯塔德;这里是一个锚地。