Humanitext Reader

琉善 · 妓女对话录 §2.1-2.4

潘菲洛斯的婚事传闻与缪尔提翁的误会

第 2 段,共 17 段 · 希腊语

内容简介

怀有身孕的缪尔提翁听说情人潘菲洛斯要娶船主之女,便激烈地质问他,但潘菲洛斯向她解释这只是对邻居婚礼的误会,从而安抚了她。

§2.1ΜΥΡΤΙΟΝ Γαμεῖς, ὦ Πάμφιλε, τὴν Φίλωνος τοῦ ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι φασίν;
缪尔提翁潘菲洛斯,你要娶船主菲隆的女儿吗? 而且他们说你已经娶了她?
οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλησαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη;
你许下的那么多誓言和你的眼泪,全在一瞬间化为乌有,你现在竟然忘了缪尔提翁,而且,潘菲洛斯,这还是在我已经怀孕八个月的时候?
τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτροφεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον·
至少,这是我从你的爱中得到的唯一回报:你让我的肚子变得这么大,不久之后我就必须抚养孩子,这对于一个交际花来说是最沉重的负担。
οὐ γὰρ ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύθιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα.
因为我绝不会遗弃生下来的孩子,特别是如果是男孩的话。 我要给他起名叫潘菲洛斯,以此作为我爱情的慰藉,而他总有一天会责备你,说你对他那可怜的母亲不忠。
γαμεῖς δ’ οὐ καλὴν παρθένον· εἶδον γὰρ αὐτὴν ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι’ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον.
而且你要娶的并不是一个漂亮的姑娘;我最近在妇女节上见过她和她母亲在一起,当时我还不知道因为她的缘故,我将再也见不到潘菲洛斯了。
καὶ σὺ δ’ οὖν πρότερον ἰδοῦ αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ·
所以,你自己先去看看她,瞧瞧她的脸和眼睛吧。
μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοὺς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ ἐς ἀλλήλους ὁρῶσι·
要是她的眼睛非常发青,或者有些斜视、互相盯着看,你可别觉得难过。
μᾶλλον δὲ τὸν Φίλωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.
或者更确切地说,你见过新娘的父亲菲隆,知道他的长相,因此根本不需要再去看他的女儿了。
§2.2ΠΑΜΦΙΛΟΣ Ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης;
潘菲洛斯缪尔提翁,你还在胡说八道,滔滔不绝地谈论什么处女和船主的婚礼,难道我还得继续听下去吗?
ἐγὼ δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα;
我哪里知道什么塌鼻子或者漂亮的新娘?
ἢ ὅτι Φίλων ὁ Ἀλωπεκῆθεν—οἶμαι γὰρ ἐκεῖνον λέγειν σε—θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου;
还是说,那个埃洛佩科区的菲隆——我猜你说的就是他——竟然有个已经到了结婚年龄的女儿,我会知道这回事?
ἀλλ’ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί· μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου·
况且,他根本不是我父亲的朋友;我还记得不久前他们因为一份合同打官司。
τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ’ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν.
我想他欠了我父亲一塔兰同,却不想偿还,我父亲便把他拉到了海事法官那里,他才勉强偿还了,而且我父亲说还没有全额还清。
εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φίλωνος ἐγάμουν ἄν;
退一步说,即使我真的决定要结婚,难道我会放弃去年当过将军的德墨阿斯的女儿——而且她还是我母方的表妹——反而去娶菲隆的女儿吗?
σὺ δὲ πόθεν ταῦτα ἤκουσας;
至于你,你是从哪里听到这些的?
ἢ τίνας σεαυτῇ, ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
缪尔提翁,你像是在和影子搏斗一样,为自己捏造了些什么虚妄的嫉妒?
§2.3ΜΥΡΤΙΟΝ Οὐκοῦν οὐ γαμεῖς, ὦ Πάμφιλε;
缪尔提翁那么你没有要结婚,潘菲洛斯?
ΠΑΜΦΙΛΟΣ Μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς;
潘菲洛斯你疯了吗,缪尔提翁,还是宿醉未醒?
καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
不过我们昨天可没怎么喝醉。
ΜΥΡΤΙΟΝ Ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ—μᾶλλον δὲ σὺ αὐτῷ, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.
缪尔提翁是这个多丽丝让我担惊受怕的;因为她被派去为我的肚子买些羊毛,并为我向助产女神祈祷,她说她遇到了莱斯比娅——或者,多丽丝,你亲自告诉他你听到了什么吧,只要你没编造这些瞎话。
ΔΩΡΙΣ Ἀλλ' ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην·
多丽丝主人,如果我有半句假话,愿我遭殃。
ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φίλωνος θυγατέρα·
因为当我走到市政厅附近时,莱斯比娅笑着遇到我,说:“你们的情人潘菲洛斯要娶菲隆的女儿了。
εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.
”如果我不信,她就让我去你们的巷子口打探一下,看那儿是不是到处挂满了花环,还有吹笛女、喧闹声,以及正在唱婚礼歌的人。
ΠΑΜΦΙΛΟΣ Τί οὖν;
潘菲洛斯那么呢?
παρέκυψας, ὦ Δωρί;
你打探了吗,多丽丝?
ΔΩΡΙΣ Καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.
多丽丝当然,我看到了她所说的一切。
§2.4ΠΑΜΦΙΛΟΣ Μανθάνω τὴν ἀπάτην· οὐ γὰρ πάντα ἡ Λεσβία, ὦ Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίῳ.
潘菲洛斯我明白这个误会了;因为莱斯比娅对你并不全是说谎,多丽丝,而你向缪尔提翁汇报的也是真话。
πλὴν μάτην γε ἐταράχθητε· οὔτε γὰρ παρ' ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ' ὑμῶν·
不过你们白白惊慌了一场;因为婚礼并不是在我们家举行。 只是我现在想起来了,昨天我从你们那里回来时听我母亲说起过。
ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Ἀρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει;
她说:“潘菲洛斯,你的同龄人,邻居阿里斯泰奈托斯的儿子哈尔米德已经要结婚并安分守己了,而你要和交际花混到什么时候呢?
τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην· εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν.
”我一边有一搭没一搭地听着她唠叨,一边就睡着了;然后大清早我就出了门,所以我根本没看到多丽丝后来看到的那些景象。
εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη· εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.
如果你还不信,多丽丝,去再走一趟,仔细看看,不是看巷子,而是看门,到底是哪家的门挂着花环;你会发现那是邻居家的门。
ΜΥΡΤΙΟΝ Ἀπέσωσας, ὦ Πάμφιλε· ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.
缪尔提翁你救了我,潘菲洛斯;要是真发生这种事,我可就要上吊自杀了。
ΠΑΜΦΙΛΟΣ Ἀλλ' οὐκ ἂν ἐγένετο, μηδ’ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.
潘菲洛斯但那种事是不会发生的,我也没疯到能忘掉缪尔提翁,更何况你现在已经在为我孕育孩子了。

词汇与语法注释

  1. p.v.7.p.360τοῦτο ... ὅτι ... — 一种由后面的 `ὅτι` 从句(名词性从句)同位语式地说明指示代词 `τοῦτο` 内容的句式。动词 `ἐπριάμην`(我买下、得到)为比喻性用法,整体上带有一种讽刺和幽怨的语气,意为“我从你的爱情中买到的(得到的)唯有此物(即肚子被你搞大)”。
  2. p.v.7.p.360Ἔτι σου ληρούσης ... ἀκούσομαι — 动词 `ἀκούω`(听见)后接属格(`σου`)及其表示状态的分词(`ληρούσης` 与并列的 `διεξιούσης`),表示“听到某人正在做某事”。虽然也可以理解为属格独立结构(当你在胡说八道时),但从文意来看,将其作为知觉动词的直接对象,即“听到你一边胡说八道一边讲述……”,更为自然。
  3. p.v.7.p.362εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι ... τὴν Φίλωνος ἐγάμουν ἄν; — 虚拟语气条件句(条件从句使用 `εἰ` + 直陈式过去时的无人称表达 `ἐδέδοκτο`,主句使用 `ἄν` + 直陈式过去时 `ἐγάμουν`)。基于“实际上并没有决定结婚”这一相反的现实,表达强烈的反问否定:“即便我决定了要结婚,难道我会放弃表妹去娶菲隆的女儿吗?(显然不会)”。
  4. 283πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ... καὶ εὔξαιτο — 由 `ὡς` + 祈愿式(`ὠνήσαιτο` 与 `εὔξαιτο`)构成的目的从句。由于主句分词 `πεμφθεῖσα`(被派去)处于过去语境中,原本应当使用虚拟语气的地方在这里转为了历史过去时(间接引语祈愿式)。
  5. p.v.7.p.364ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο. — 违背过去事实的虚拟条件句(条件从句为 `εἰ` + 直陈式不定过去时 `ἐγένετο`,主句为 `ἄν` + 直陈式不定过去时 `ἀπηγξάμην`)。表达一种过去可能发生但实际未发生的危机状态:“因为要是真发生了这种事,我可能就已经上吊自杀了”。

引用这一段

琉善, 妓女对话录 §2.1-2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:2.1-2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。