Humanitext Reader

琉善 · 妓女对话录 §3.1-3.3

菲林娜对迪菲洛斯的报复与母亲的告诫

第 3 段,共 17 段 · 希腊语

内容简介

母亲指责菲林娜昨晚在酒宴上的行为激怒了情人迪菲洛斯,而菲林娜则辩解称这是对迪菲洛斯与泰丝调情的报复。母亲警告她不要因为一时的好胜心而失去维持生计的依靠。

§3.1ΜΗΤΗΡ Ἐμάνης, ὦ Φίλιννα, ἢ τί ἔπαθες ἐν τῷ ξυμποσίῳ χθές;
母亲菲林娜,你疯了吗? 还是昨天的酒宴上你出了什么事?
ἧκε γὰρ παρ' ἐμὲ Δίφιλος ἕωθεν δακρύων καὶ διηγήσατό μοι ἃ ἔπαθεν ὑπὸ σοῦ·
今天一大早,迪菲洛斯哭着来找我,向我讲述了他从你那里遭受的委屈。
μεμεθύσθαι γάρ σε καὶ ἐς τὸ μέσον ἀναστᾶσαν ὀρχήσασθαι αὐτοῦ διακωλύοντος καὶ μετὰ ταῦτα φιλῆσαι Λαμπρίαν τὸν ἑταῖρον αὐτοῦ, καὶ ἐπεὶ ἐχαλέπηνέ σοι, καταλιποῦσαν αὐτὸν ἀπελθεῖν πρὸς τὸν Λαμπρίαν καὶ περιβαλεῖν ἐκεῖνον, ἑαυτὸν δὲ ἀποπνίγεσθαι τούτων γιγνομένων.
因为他说你喝醉了,不顾他的阻拦,站到大家中间跳起舞来,之后还亲吻了他的朋友兰普里亚斯;当他对你发怒时,你竟撇下他走到兰普里亚斯身边去拥抱他,而在发生这些事情的时候,他自己气得简直要憋死了。
ἀλλ’ οὐδὲ τῆς νυκτός, οἶμαι, συνεκάθευδες, καταλιποῦσα δὲ δακρύοντα μόνη ἐπὶ τοῦ πλησίον σκίμποδος κατέκεισο ᾄδουσα καὶ λυποῦσα ἐκεῖνον.
而且,我想你整夜都没和他同房,而是撇下流泪的他,独自躺在旁边的躺椅上唱歌,以此来折磨他。
§3.2ΦΙΛΙΝΝΑ Τὰ γὰρ αὑτοῦ σοι, ὦ μῆτερ, οὐ διηγήσατο·
菲林娜母亲,他可没有向你讲述他自己的所作所为。
οὐ γὰρ ἂν συνηγόρευες αὐτῷ ὑβριστῇ ὄντι, ὃς ἐμοῦ ἀφέμενος ἐκοινολογεῖτο Θαΐδι τῇ Λαμπρίου ἑταίρᾳ, μηδέπω ἐκείνου παρόντος·
否则,你绝不会为这个粗暴的家伙辩护——他冷落我,在兰普里亚斯还没到场的时候,就和兰普里亚斯的情人泰丝窃窃私语。
ἐπεὶ δὲ χαλεπαίνουσαν εἶδέ με καὶ διένευσα αὐτῷ οἷα ποιεῖ, τοῦ ὠτὸς ἄκρου ἐφαψάμενος ἀνακλάσας τὸν αὐχένα τῆς Θαΐδος ἐφίλησεν οὕτω προσφυῶς, ὥστε μόλις ἀπέσπασε τὰ χείλη, εἶτ' ἐγὼ μὲν ἐδάκρυον, ὁ δὲ ἐγέλα καὶ πρὸς τὴν Θαΐδα πολλὰ πρὸς τὸ οὖς ἔλεγε κατ' ἐμοῦ δηλαδή, καὶ ἡ Θαῒς ἐμειδίασε βλέπουσα πρὸς ἐμέ.
当他看到我生气的样子,我用眼神向他示意他的所作所为时,他竟捏住泰丝的耳垂,把她的脖子往后扳,极其亲密地吻她,以至于好不容易才把嘴唇移开。 接着,我流下了眼泪,他却在笑,还贴在泰丝耳边说了好多话,显然是在说我的坏话,泰丝也看着我微笑着。
ὡς δὲ προσιόντα ᾔσθοντο τὸν Λαμπρίαν καὶ ἐκορέσθησάν ποτε φιλοῦντες ἀλλήλους, ἐγὼ μὲν ὅμως παρ' αὐτὸν κατεκλίθην, ὡς μὴ καὶ τοῦτο προφασίζοιτο ὕστερον, ἡ Θαῒς δὲ ἀναστᾶσα ὠρχήσατο πρώτη ἀπογυμνοῦσα ἐπὶ πολὺ τὰ σφυρὰ ὡς μόνη καλὰ ἔχουσα, καὶ ἐπειδὴ ἐπαύσατο, ὁ Λαμπρίας μὲν ἐσίγα καὶ εἶπεν οὐδέν, Δίφιλος δὲ ὑπερεπῄνει τὸ εὔρυθμον καὶ τὸ κεχορηγημένον, καὶ ὅτι εὖ πρὸς τὴν κιθάραν ὁ ποὺς καὶ τὸ σφυρὸν ὡς καλὸν καὶ ἄλλα μυρία, καθάπερ τὴν Καλάμιδος Σωσάνδραν ἐπαινῶν, ἀλλ’ οὐχὶ Θαΐδα, ἣν καὶ σὺ οἶσθα συλλουομένην ἡμῖν οἵα ἐστί.
当他们察觉到兰普里亚斯走近,并且终于亲够了之后,我还是躺到了他身边,免得他日后以此为借口。 然而,泰丝却站起来第一个跳舞,极力露出她的脚踝,仿佛只有她的脚踝才漂亮似的。 等她跳完,兰普里亚斯保持沉默,什么也没说,迪菲洛斯却极力赞美她的节奏感和优美舞姿,说什么她的脚配合着齐特拉琴配合得多么好,她的脚踝多么美丽,还有无数其他的话,简直就像在赞美卡拉米斯的雕刻《索桑德拉》,而不是在赞美泰丝——你也是知道她和我们一起洗澡时是什么样子的。
Θαῒς δὲ οἷα καὶ ἔσκωψεν εὐθὺς ἐς ἐμέ· Εἰ γάρ τις, ἔφη, μὴ αἰσχύνεται λεπτὰ ἔχουσα τὰ σκέλη, ὀρχήσεται καὶ αὐτὴ ἐξαναστᾶσα.
泰丝紧接着就直接嘲讽我,说道:“如果有人不为自己细瘦的双腿感到羞耻,那她也可以站起来跳舞呀。
τί ἂν λέγοιμι, ὦ μῆτερ;
”母亲,我还能说什么呢?
ἀνέστην γὰρ καὶ ὠρχησάμην.
我于是站起来跳了舞。
ἀλλὰ τί ἔδει ποιεῖν;
但我应该怎么做呢?
ἀνασχέσθαι καὶ ἐπαληθεύειν τὸ σκῶμμα καὶ τὴν Θαΐδα ἐᾶν τυραννεῖν τοῦ συμποσίου;
难道要默默忍受,让她的嘲讽成真,并任由泰丝主宰整个酒宴吗?
§3.3ΜΗΤΗΡ Φιλοτιμότερον μέν, ὦ θύγατερ·
母亲这未免太争强好胜了,女儿。
οὐδὲ φροντίζειν γὰρ ἐχρῆν·
你本来根本不用在意的。
λέγε δ’ ὅμως τὰ μετὰ ταῦτα.
不过,还是说说后来的事吧。
ΦΙΛΙΝΝΑ Οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρις δὴ καμοῦσα ἐπαυσάμην.
菲林娜其他人都在赞美我,唯独迪菲洛斯一个人往后一靠,仰望着天花板,直到我累了停下来为止。
ΜΗΤΗΡ Τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ;
母亲但是,你亲吻兰普里亚斯,并且过去拥抱他,这是真的吗?
τί σιγᾷς;
你怎么不说话了?
οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.
因为这些事是不能被原谅的。
ΦΙΛΙΝΝΑ Ἀντιλυπεῖν ἐβουλόμην αὐτόν.
菲林娜我当时只是想报复他,让他也痛苦。
ΜΗΤΗΡ Εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος;
母亲然后你甚至不和他同房,反而在他哭泣的时候唱歌?
οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμνησαι ὅσα παρ' αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε;
女儿,难道你不知道我们很穷吗? 难道你不记得我们从他那里得到了多少东西,或者,如果不是阿佛洛狄忒把这个人送给我们,我们去年冬天会怎么度过吗?
ΦΙΛΙΝΝΑ Τί οὖν;
菲林娜那又怎样?
ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ' αὐτοῦ;
难道为此我就得忍受他欺负我吗?
ΜΗΤΗΡ Ὀργίζου μέν, μὴ ἀνθύβριζε δέ.
母亲你可以生气,但不要反过来羞辱他。
οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς;
难道你不知道,情人们在受到冷落时,反而会停止粗暴并自我反省吗?
σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλῴδιον.
可你对那个人总是过于冷酷,当心我们像俗话所说的那样,把绳子绷得太紧,结果彻底拉断了。

词汇与语法注释

  1. 3.1μεμεθύσθαι — 由前文动词 `διηγήσατό μοι`(他向我讲述)引导的间接引语(主格属格/对格不定式结构)中的不定式,其逻辑主语为对格的 `σε`。
  2. 3.1ἑαυτὸν δὲ ἀποπνίγεσθαι — 这同样是间接引语中的对格不定式。其主语反身代词 `ἑαυτόν` 并不指代主句的主语(母亲),而是指代转述内容的讲述者迪菲洛斯本人。
  3. 3.2οὐ γὰρ ἂν συνηγόρευες — 语气词 `ἂν` 与直陈式过去(未完成过去时 `συνηγόρευες`)结合,表示与过去或现在持续/反复的事实相反的假设(虚拟语气)的结论句。条件从句虽被省略,但由前文(“如果他讲了自己的所作所为”)充当其意。
  4. 3.3διηγάγομεν ἂν, εἰ μὴ ... ἔπεμψε — 过去非真实条件句(虚拟语气),在结论句中使用 `ἂν` 加上直陈式过去(不定过去时 `διηγάγομεν`),在条件句中使用 `εἰ` 加上直陈式过去(不定过去时 `ἔπεμψε`)。意为“如果阿佛洛狄忒没有送来……我们该如何度过冬天(实际上送来了,因而得以度过)”。
  5. 3.3μὴ ... ἀπορρήξωμεν — 在表示注意的动词 `ὅρα` 之后,使用 `μή` 加上虚拟式(不定过去时 `ἀπορρήξωμεν`)的结构,表示担忧或警告,意为“当心/注意不要……”。

引用这一段

琉善, 妓女对话录 §3.1-3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:3.1-3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。