§2.1ΜΥΡΤΙΟΝ
Γαμεῖς, ὦ Πάμφιλε, τὴν Φίλωνος τοῦ ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι φασίν;
MYRTION Are you marrying, Pamphilus, the daughter of Philon the shipmaster, and do they say that you have already married her?
οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλησαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη;
And all those oaths which you swore and your tears have vanished in a moment, and you have now forgotten Myrtion, and that too, Pamphilus, when I am already in my eighth month of pregnancy?
τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτροφεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον·
This, at any rate, is the only thing I have bought from your love: that you have made my womb so large, and in a little while I must raise a child, a thing most burdensome for a courtesan.
οὐ γὰρ ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύθιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα.
For I will not expose the child when born, especially if it should be a boy; but naming him Pamphilus, I will have a consolation for my love, while he will one day reproach you, saying that you have been unfaithful to his miserable mother.
γαμεῖς δ’ οὐ καλὴν παρθένον· εἶδον γὰρ αὐτὴν ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι’ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον.
And you are marrying no beautiful maiden; for I saw her lately at the Thesmophoria with her mother, not yet knowing that because of her I should no longer see Pamphilus.
καὶ σὺ δ’ οὖν πρότερον ἰδοῦ αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ· μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοὺς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ ἐς ἀλλήλους ὁρῶσι·
So you too should first look at her, and see her face and eyes; let it not vex you if she has them very blue, or that they are distorted and look toward each other.
μᾶλλον δὲ τὸν Φίλωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.
Or rather, you have seen Philon, the bride's father, and you know his face, so that there will be no further need to see the daughter.
§2.2ΠΑΜΦΙΛΟΣ
Ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης;
PAMPHILUS While you are still talking nonsense, Myrtion, shall I listen to you relating of virgins and shipmasters' marriages?
ἐγὼ δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα;
Do I know any flat-nosed or beautiful bride?
ἢ ὅτι Φίλων ὁ Ἀλωπεκῆθεν—οἶμαι γὰρ ἐκεῖνον λέγειν σε—θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου;
Or that Philon of Alopece—for I think you mean him—had any daughter at all who was already of age for marriage?
ἀλλ’ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί· μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου·
Why, he is not even a friend to my father; for I remember how lately they went to court over a contract.
τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ’ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν.
He owed, I think, a talent to my father and would not pay it, and my father dragged him before the maritime judges, and he paid it with difficulty, and not even the whole of it, as my father used to say.
εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φίλωνος ἐγάμουν ἄν;
And even if I had decided to marry, would I, leaving Demeas' daughter, who was general last year—and she a cousin on my mother's side—marry Philon's daughter?
σὺ δὲ πόθεν ταῦτα ἤκουσας;
Where did you hear this?
ἢ τίνας σεαυτῇ, ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
Or what empty jealousies have you invented for yourself, Myrtion, fighting with shadows?
§2.3ΜΥΡΤΙΟΝ
Οὐκοῦν οὐ γαμεῖς, ὦ Πάμφιλε;
MYRTION So you are not marrying, Pamphilus?
ΠΑΜΦΙΛΟΣ
Μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς;
PAMPHILUS Are you mad, Myrtion, or are you hungover?
καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
Although yesterday we did not get very drunk.
ΜΥΡΤΙΟΝ
Ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ—μᾶλλον δὲ σὺ αὐτῷ, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.
MYRTION This Doris here made me anxious; for having been sent to buy wool for my belly and to pray to the goddess of childbirth on my behalf, she said that Lesbia met her—or rather, Doris, you tell him yourself what you heard, if indeed you did not invent these things.
ΔΩΡΙΣ
Ἀλλ' ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην· ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φίλωνος θυγατέρα· εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.
DORIS May I perish, mistress, if I have lied in anything; for when I was near the Prytaneum, Lesbia met me with a smile and said, "Your lover Pamphilus is marrying Philon's daughter." And if I disbelieved, she urged me to peer into your lane and see everything hung with wreaths, and flute-girls, and a bustle, and some people singing the wedding song.
ΠΑΜΦΙΛΟΣ
Τί οὖν;
PAMPHILUS What then?
παρέκυψας, ὦ Δωρί;
Did you peer in, Doris?
ΔΩΡΙΣ
Καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.
DORIS Indeed I did, and I saw everything just as she said.
§2.4ΠΑΜΦΙΛΟΣ
Μανθάνω τὴν ἀπάτην· οὐ γὰρ πάντα ἡ Λεσβία, ὦ Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίῳ.
PAMPHILUS I understand the deception; for Lesbia did not lie to you in everything, Doris, and you have reported the truth to Myrtion.
πλὴν μάτην γε ἐταράχθητε·
However, you were troubled in vain; for the wedding is not at our house.
οὔτε γὰρ παρ' ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ' ὑμῶν·
But now I remember hearing from my mother when I returned from you yesterday.
ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Ἀρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην· εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν.
For she said, "Pamphilus, your contemporary Charmides, the son of our neighbor Aristaenetus, is already marrying and behaving soberly, but how long will you associate with a courtesan?" Hearing such things from her inattentively, I fell asleep; then at dawn I went out of the house, so that I saw nothing of what Doris saw later.
εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη· εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.
And if you disbelieve, go back again, Doris, and look carefully not at the lane, but at the door, which one of them is decorated with wreaths; for you will find it is the neighbors' door.
ΜΥΡΤΙΟΝ
Ἀπέσωσας, ὦ Πάμφιλε· ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.
MYRTION You have saved me, Pamphilus; for I should have hanged myself if any such thing had happened.
ΠΑΜΦΙΛΟΣ
Ἀλλ' οὐκ ἂν ἐγένετο, μηδ’ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.
PAMPHILUS But it would not have happened, nor indeed would I be so mad as to forget Myrtion, and that too when she is already pregnant with my child.