§1.1ΓΛΥΚΕΡΑ
Τὸν στρατιώτην, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὃς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον;
格吕克拉那个士兵,泰伊丝,那个阿卡纳尼亚人,他以前占有着阿布罗托农,但后来又爱上了我。 我说的是那个穿着精美外衣、披着斗篷的人。 你认得他吗,还是说你已经把那个人忘得精光了?
ΘΑΙΣ
Οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθ' ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις.
泰伊丝不,我认得他,亲爱的小格吕克拉,去年在丰收祭时他还和我们一起喝酒呢。
τί δὲ τοῦτο;
不过怎么了?
ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι.
你看起来好像要讲点关于他的事情。
ΓΛΥΚΕΡΑ
Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπ' ἐμοῦ ὑπαγαγοῦσα.
格吕克拉戈尔戈娜那个坏透了的女人,表面上装作是我的朋友,实际上却勾引并把他从我身边夺走了。
ΘΑΙΣ
Καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεισι, Γοργόναν δὲ ἑταίραν πεποίηται;
泰伊丝所以现在他不再到你这里来,而是把戈尔戈娜当成了他的情妇?
ΓΛΥΚΕΡΑ
Ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο.
格吕克拉是的,泰伊丝,这件事情对我打击不小。
ΘΑΙΣ
Πονηρὸν μέν, ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλ’ εἰωθὸς γίγνεσθαι ὑφ' ἡμῶν τῶν ἑταιρῶν.
泰伊丝这确实很糟,小格吕克拉,但并非意料之外,而是我们这些交际花之间经常发生的事。
οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ· οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπ' αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε.
所以你既不必过于痛苦,也不该责怪戈尔戈娜;因为以前阿布罗托农也没有因为他而责怪你,尽管你们曾是朋友。
§1.2ἀτὰρ ἐκεῖνο θαυμάζω, τί καὶ ἐπῄνεσεν αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ὡράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας· τὰ χείλη δὲ πελιδνὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά.
不过我倒是纳闷,那个士兵到底看上她哪一点了,除非他真的是个瞎子,没看见她头发稀疏,而且往额头后面退得老远;她的嘴唇发青,脖子又细,上面的青筋暴露,鼻子还长。
ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν.
只有一点,她身材高挑,站得很直,而且笑起来确实挺迷人。
ΓΛΥΚΕΡΑ
Οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ἠρᾶσθαι τὸν Ἀκαρνᾶνα;
格吕克拉泰伊丝,难道你以为那个阿卡纳尼亚人是爱上了她的美貌吗?
οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριόν ἐστιν ἡ μήτηρ αὐτῆς, Θεσσαλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα;
你不知道她的母亲克律萨里翁是个女巫,懂得一些色萨利的法术,能把月亮拽下来吗?
φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς νυκτός·
据说她夜里还会飞呢。
ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν.
是那个老女人把药水倒进酒里给他喝,才让那个人发疯的,现在她们正在榨干他呢。
ΘΑΙΣ
Καὶ σὺ ἄλλον, ὦ Γλυκέριον, τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.
泰伊丝而你,小格吕克拉,你也会去榨干另一个男人的,至于这一个,就随他去吧。