Humanitext Reader

琉善 · 妓女对话录 §13.4-13.6

希姆尼斯的逃避与莱翁提科斯的承认谎言

第 15 段,共 17 段 · 希腊语

内容简介

希姆尼斯被莱翁提科斯的血腥战绩吓跑,为了挽回她,莱翁提科斯在凯尼达斯的建议下,同意向她承认自己的吹嘘其实是编造的谎言。

§13.4ΥΜΝΙΣ Ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη.
希姆尼斯:走开,莱翁提科斯! 你讲的这些关于你自己的事情真是肮脏又恐怖,再也没有人愿意看一个如此乐于见到血腥的人一眼了,更不用说和你共饮或共眠了。
ἔγωγ' οὖν ἄπειμι.
总之,我要走了。
ΛΕΟΝΤΙΧΟΣ Διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.
莱翁提科斯:你拿双倍的赏钱。
ΥΜΝΙΣ Οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.
希姆尼斯:我绝不能容忍和一个杀人犯同床。
ΛΕΟΝΤΙΧΟΣ Μὴ δέδιθι, ὦ Ὑμνί·
莱翁提科斯:别害怕,希姆尼斯。
ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.
那些事是在帕弗拉戈尼亚人中干的,我现在正过着和平的生活。
ΥΜΝΙΣ Ἀλλ' ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ.
希姆尼斯:但你是个不洁的人,那蛮族的血正从你用长枪挑着的头上滴落下来。
εἶτ' ἐγὼ τοιοῦτον ἄνδρα περιβάλω καὶ φιλήσω;
然后我还要去拥抱并亲吻这样一个人吗?
μή, ὦ Χάριτες, γένοιτο·
美惠三女神啊,千万不要发生这种事!
οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.
这个人跟刽子手没有什么两样。
ΛΕΟΝΤΙΧΟΣ Καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.
莱翁提科斯:可是,如果你曾看见我全副武装的样子,我敢说,你一定会爱上我的。
ΥΜΝΙΣ Ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου.
希姆尼斯:光是听着,莱翁提科斯,我就恶心和发抖,我觉得自己看到了被杀之人的阴影和亡魂,尤其是那个脑袋被劈成两半的、可怜的百人队长。
τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ ἐθεασάμην καὶ κειμένους τοὺς νεκρούς;
你想想,如果我亲眼看见了那行径、鲜血和躺在那里的尸体,会怎么样?
ἐκθανεῖν δή μοι δοκῶ· οὐδ’ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.
我想我肯定会昏死过去;我连公鸡被宰杀都没见过。
ΛΕΟΝΤΙΧΟΣ Οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ;
莱翁提科斯:你竟如此懦弱、如此胆小吗,希姆尼斯?
ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.
我还以为你听了会高兴呢。
ΥΜΝΙΣ Ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας ἢ Δαναΐδας εὕροις· ἐγὼ δ’ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν.
希姆尼斯:行了,如果你能找到一些莱姆诺斯妇女或达那俄斯之女,就用你这些故事去取悦她们吧;而我则要在天还亮着的时候,跑回我母亲那里去。
ἕπου καὶ σύ, ὦ Γραμμί·
格拉米斯,你也跟着来。
σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.
至于你,再见吧,最优秀的千人队长,以及你想杀多少就杀多少的杀人魔。
§13.5ΛΕΟΝΤΙΧΟΣ Μεῖνον, ὦ Ὑμνί, μεῖνον—ἀπελήλυθε.
莱翁提科斯:留下,希姆尼斯,留下——她已经走了。
ΧΗΝΙΔΑΣ Σὺ γάρ, ὦ Λεόντιχε, ἀφελῆ παιδίσκην κατεφόβησας ἐπισείων λόφους καὶ ἀπιθάνους ἀριστείας διεξιών·
凯尼达斯:因为您啊,莱翁提科斯,您晃动着羽饰,讲述着那些令人难以置信的战绩,把一个单纯的小姑娘给吓坏了。
ἐγὼ δὲ ἑώρων εὐθὺς ὅπως χλωρὰ ἐγένετο ἔτι σου τὰ κατὰ τὸν λοχαγὸν ἐκεῖνα διηγουμένου καὶ συνέστειλε τὸ πρόσωπον καὶ ὑπέφριξεν, ἐπεὶ διακόψαι τὴν κεφαλὴν ἔφης.
我当时立刻就看到,在您讲述关于那个百人队长的事情时,她的脸色就变白了,而当您说劈开了他的脑袋时,她皱起脸来并直发抖。
ΛΕΟΝΤΙΧΟΣ Ὤιμην ἐρασμιώτερος αὐτῇ φανεῖσθαι.
莱翁提科斯:我还以为我会显得更讨人喜欢。
ἀλλὰ καὶ σύ με προσαπολώλεκας, ὦ Χηνίδα, τὸ μονομάχιον ὑποβαλών.
但是你也彻底害惨了我,凯尼达斯,是你提到了那个单挑。
ΧΗΝΙΔΑΣ Οὐκ ἔδει γὰρ συνεπιψεύδεσθαί σοι ὁρῶντα τὴν αἰτίαν τῆς ἀλαζονείας;
凯尼达斯:因为看到您吹嘘的意图,我难道不应该跟着您一起撒谎吗?
σὺ δὲ πολὺ φοβερώτερον αὐτὸ ἐποίησας.
但您把它渲染得太恐怖了。
ἔστω γάρ, ἀπέτεμες τοῦ κακοδαίμονος Παφλαγόνος τὴν κεφαλήν, τί καὶ κατέπηξας αὐτὴν ἐπὶ τῆς σαρίσης, ὥστε σου καταρρεῖν τὸ αἷμα;
就算您砍下了那个倒霉的帕弗拉戈尼亚人的脑袋,又何必把它戳在萨里沙长枪上,以至于鲜血流到您身上呢?
§13.6ΛΕΟΝΤΙΧΟΣ Τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα, ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο.
莱翁提科斯:这确实太恶心了,凯尼达斯,因为其他部分编得还不错。
ἄπιθι δ’ οὖν καὶ πεῖσον αὐτὴν συγκαθευδήσουσαν.
无论如何,你去劝劝她,让她回来同床吧。
ΧΗΝΙΔΑΣ Λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ δόξαι βουλόμενος;
凯尼达斯:那我就说,您为了在她面前显得勇敢而把一切都编了谎?
ΛΕΟΝΤΙΧΟΣ Αἰσχρόν, ὦ Χηνίδα.
莱翁提科斯:这太丢人了,凯尼达斯。
ΧΗΝΙΔΑΣ Καὶ μὴν οὐκ ἄλλως ἀφίκοιτο.
凯尼达斯:可不这样她绝不会回来。
ἑλοῦ τοίνυν θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.
那么,请在两者中选一个吧:要么顶着英雄的名声被讨厌,要么承认撒了谎来和希姆尼斯同眠。
ΛΕΟΝΤΙΧΟΣ Χαλεπὰ μὲν ἄμφω·
莱翁提科斯:两难啊。
αἱροῦμαι δ’ ὅμως τὴν Ὑμνίδα.
但我还是选择希姆尼斯。
ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.
那么去说吧,凯尼达斯,就说我撒了谎,但并非全部。

词汇与语法注释

  1. §13.4οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη — 习语 οὐχ ὅπως 意为“更不用说”或“且不说”。此处使用希求语气(συμπίοι, συγκοιμηθείη)是受到主句中潜在希求语气(οὐκ ἂν προσβλέψειε)的句法同化(attraction)影响。
  2. ¦p.v.7.p.450¦περιβάλω καὶ φιλήσω — 过去不定时虚拟语气(περιβάλω, φιλήσω)在此作思虑性虚拟语气(deliberative subjunctive),用于修辞疑问句中,表达强烈的拒绝或愤慨(“难道我要去拥抱和亲吻吗?”)。
  3. ¦p.v.7.p.450¦εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν — 这是一个针对过去事实的虚拟条件句,条件从句使用直陈式过去时(εἶδες),主句使用直陈式过去时带 ἄν(ἠράσθης ἄν),表示“如果你曾看见……,你就会爱上……”的假设。
  4. ¦318¦τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ ἐθεασάμην — 这是一个虚拟条件结构。由于插入了修辞性疑问句 τί οἴει(“你想想”),与条件从句(εἰ ἐθεασάμην)相对应的结论句在句法上被省略了,而前一句“我想我肯定会昏死过去”(ἐκθανεῖν δή μοι δοκῶ)在实质上充当了结论。

引用这一段

琉善, 妓女对话录 §13.4-13.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:13.4-13.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。