Humanitext Reader

琉善 · 妓女对话录 §14.1-14.4

多里翁的怨言与米尔塔勒的清算

第 16 段,共 17 段 · 希腊语

内容简介

曾经的情人、水手多里翁指责妓女米尔塔勒将他拒之门外,转而投向富有的比提尼亚商人。他列举了自己曾送给她的各种廉价礼物,而米尔塔勒则嘲笑这些东西,并炫耀起商人送的豪华礼物。

§14.1ΔΩΡΙΩΝ Νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῦν, ὅτε πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τοσαῦτα ἐκόμιζον, ἐρώμενος, ἀνήρ, δεσπότης, πάντ' ἦν ἐγώ.
多里翁现在你把我拒之门外了,米尔塔勒,现在,当我因为你而变得一贫如洗的时候。 而以前当我给你送来这么多东西的时候,我是你的爱人、丈夫、主人,我是一切。
ἐπεὶ δ’ ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν ἔμπορον εὕρηκας ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον ἐστὶ καὶ παννυχίζεται, καὶ κυεῖν φῂς ἀπ' αὐτοῦ.
但既然我现在已经彻底干瘪了,而你找到了那个比提尼亚商人做情人,我便被拒之门外,站在门口哭泣,而他却在夜里受到宠爱,独自一人在里面共度通宵,你还说怀了他的孩子。
ΜΥΡΤΑΛΗ Ταῦτά με ἀποπνίγει, Δωρίων, μάλιστα ὁπόταν λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι δι’ ἐμέ.
米尔塔勒这些话真让我窒息,多里翁,尤其是当你口口声声说你给了那么多,并且因为我而变穷的时候。
λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.
总之,你从头算算你到底给我送过多少东西吧。
§14.2ΔΩΡΙΩΝ Εὖ γε, ὦ Μυρτάλη, λογισώμεθα.
多里翁好啊,米尔塔勒,那我们就来算算。
ὑποδήματα ἐκ Σικυῶνος τὸ πρῶτον δύο δραχμῶν·
首先是从西库翁买的鞋子,值两德拉克马。
τίθει δύο δραχμάς.
记上两德拉克马。
ΜΥΡΤΑΛΗ Ἀλλ' ἐκοιμήθης νύκτας δύο.
米尔塔勒但你在这儿睡了两个晚上。
ΔΩΡΙΩΝ Καὶ ὁπότε ἧκον ἐκ Συρίας, ἀλάβαστρον μύρου ἐκ Φοινίκης, δύο καὶ τοῦτο δραχμῶν νὴ τὸν Ποσειδῶ.
多里翁还有我从叙利亚回来的时候,从腓尼基带回的香油瓶,指着波塞冬起誓,这也值两德拉克马。
ΜΥΡΤΑΛΗ Ἐγὼ δέ σοι ἐκπλέοντι τὸ μικρὸν ἐκεῖνο χιτώνιον τὸ μέχρι τῶν μηρῶν, ὡς ἔχοις ἐρέττων, Ἐπιούρου τοῦ πρωρέως ἐκλαθομένου αὐτὸ παρ' ἡμῖν, ὁπότε ἐκάθευδε παρ' ἐμοί.
米尔塔勒而我呢,在你出航的时候,给了你那件到大腿的短外衣,好让你摇桨时穿着,那是前哨水手埃皮乌罗斯在我这儿过夜时落下的。
ΔΩΡΙΩΝ Ἀπέλαβεν αὐτὸ γνωρίσας ὁ Ἐπίουρος πρῴην ἐν Σάμῳ μετὰ πολλῆς γε, ὦ θεοί, τῆς μάχης.
多里翁埃皮乌罗斯前不久在萨摩斯认出了那件衣服并要了回去,天哪,当时还大打了一架。
κρόμμυα δὲ ἐκ Κύπρου καὶ σαπέρδας πέντε καὶ πέρκας τέτταρας, ὁπότε κατεπλεύσαμεν ἐκ Βοσπόρου, ἐκόμισά σοι.
还有我从博斯普鲁斯航行回来时,给你带了塞浦路斯的洋葱、五条腌鱼和四条鲈鱼。
τί οὖν;
这怎么说?
καὶ ἄρτους ὀκτὼ ναυτικοὺς ἐν γυργάθῳ ξηροὺς καὶ ἰσχάδων βῖκον ἐκ Καρίας καὶ ὕστερον ἐκ Πατάρων σανδάλια ἐπίχρυσα, ὦ ἀχάριστε·
还有在篮子里的八个船用干面包、干燥的,以及一罐来自卡里亚的无花果,后来又从帕塔拉带了烫金凉鞋,你这个忘恩负义的家伙。
καὶ τυρόν ποτε μέμνημαι τὸν μέγαν ἐκ Γυθίου.
我还记得有一次从吉希翁带的一个大奶酪。
ΜΥΡΤΑΛΗ Πέντε ἴσως δραχμῶν, ὦ Δωρίων, πάντα ταῦτα.
米尔塔勒也许所有这些加起来也就值五德拉克马吧,多里翁。
§14.3ΔΩΡΙΩΝ Ὦ Μυρτάλη, ὅσα ναύτης ἄνθρωπος ἐδυνάμην μισθοῦ ἐπιπλέων.
多里翁米尔塔勒,这是一个受雇出航的水手力所能及的全部了。
νῦν γὰρ ἤδη τοίχου ἄρχω τοῦ δεξιοῦ καὶ σὺ ἡμῶν ὑπερορᾷς, πρῴην δὲ ὁπότε τὰ Ἀφροδίσια ἦν, οὐχὶ δραχμὴν ἔθηκα πρὸ τοῖν ποδοῖν τῆς Ἀφροδίτης σοῦ ἕνεκεν ἀργυρᾶν;
现在我已经当上了右舷的掌舵人,你却瞧不起我们。 前不久过阿普罗狄西亚节的时候,我难道没有为了你,在阿普罗狄特脚前献上一枚银德拉克马吗?
καὶ πάλιν τῇ μητρὶ εἰς ὑποδήματα δύο δραχμὰς καὶ Λυδῇ ταύτῃ πολλάκις εἰς τὴν χεῖρα νῦν μὲν δύο, νῦν δὲ τέτταρας ὀβολούς.
还有给你母亲买鞋的两德拉克马,还有经常塞到吕德手里的零钱,有时两奥博尔,有时四奥博尔。
ταῦτα πάντα συντεθέντα οὐσία ναύτου ἀνδρὸς ἦν.
这些全部加起来,是一个水手的全部家当了。
ΜΥΡΤΑΛΗ Τὰ κρόμμυα καὶ οἱ σαπέρδαι, ὦ Δωρίων;
米尔塔勒那些洋葱和腌鱼吗,多里翁?
ΔΩΡΙΩΝ Ναί·
多里翁是的,因为我没有更多的东西可以带。
οὐ γὰρ εἶχον πλείω κομίζειν· οὐ γὰρ ἂν ἤρεττον, εἴ γε πλουτῶν ἐτύγχανον.
如果我碰巧有钱的话,我就不会去摇桨了。
τῇ μητρὶ δὲ οὐδὲ κεφαλίδα μίαν σκορόδου ἐκόμισα πώποτε.
我连一头大蒜都没给我自己的母亲带过。
ἡδέως δ’ ἂν ἔμαθον ἅτινά σοι παρὰ Βιθυνοῦ τὰ δῶρα.
不过我很想知道,那个比提尼亚人给了你什么礼物。
ΜΥΡΤΑΛΗ Τουτὶ πρῶτον ὁρᾷς τὸ χιτώνιον;
米尔塔勒首先,你看见这件短外衣了吗?
ἐκεῖνος ἐπρίατο, καὶ τὸν ὅρμον τὸν παχύτερον.
是他买的,还有这条更粗的项链。
ΔΩΡΙΩΝ Ἐκεῖνος;
多里翁他?
ᾔδειν γάρ σε πάλαι ἔχουσαν.
我明明知道你很久以前就有了。
ΜΥΡΤΑΛΗ Ἀλλ' ὃν ᾔδεις, πολὺ λεπτότερος ἦν καὶ σμαράγδους οὐκ εἶχε.
米尔塔勒但你以前知道的那条要细得多,而且没有镶嵌祖母绿。
καὶ ἐλλόβια ταυτὶ καὶ δάπιδα, καὶ πρῴην δύο μνᾶς, καὶ τὸ ἐνοίκιον κατέβαλεν ὑπὲρ ἡμῶν, οὐ σάνδαλα Παταρικὰ καὶ τυρὸν Γυθιακὸν καὶ φληνάφους.
还有这对耳环、地毯,以及前不久给的两明那,他还帮我们付了房租,而不是什么帕塔拉的凉鞋、吉希翁的奶酪和那些废话。
§14.4ΔΩΡΙΩΝ Ἀλλὰ ἐκεῖνο οὐ λέγεις, οἵῳ ὄντι συγκαθεύδεις αὐτῷ;
多里翁但你没有说,和你同床共枕的是个什么样的人?
ἔτη μὲν ὑπὲρ τὰ πεντήκοντα πάντως, ἀναφαλαντίας καὶ τὴν χρόαν οἷος κάραβος.
年纪绝对在五十岁以上,秃顶,皮肤的颜色像只龙虾。
οὐδὲ τοὺς ὀδόντας αὐτοῦ ὁρᾷς;
你连他的牙齿都没看见吗?
αἱ μὲν γὰρ χάριτες, ὦ Διοσκόρω, πολλαί, καί μάλιστα ὁπόταν ᾄδῃ καὶ ἁβρὸς εἶναι θέλῃ, ὄνος αὐτολυρίζων, φασίν.
至于他的魅力,指着双子神起誓,那可真是太多了,特别是当他唱歌并想要装作优雅的时候,就像人们说的“驴子弹琴”。
ἀλλὰ ὄναιο αὐτοῦ ἀξία γε οὖσα καὶ γένοιτο ὑμῖν παιδίον ὅμοιον τῷ πατρί, ἐγὼ δὲ καὶ αὐτὸς εὑρήσω Δελφίδα ἢ Κυμβάλιόν τινα τῶν κατ' ἐμὲ ἢ τὴν γείτονα ὑμῶν τὴν αὐλητρίδα ἢ πάντως τινά.
你就配着他好好享受吧,愿你们生个像他一样的孩子。 至于我,我也能找到德尔菲丝或者什么钦巴里翁之类和我般配的人,或者是你们隔壁的女笛手,或者不管是谁。
δάπιδας δὲ καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν.
地毯、项链和两明那的报酬,并不是我们所有人都有的。
ΜΥΡΤΑΛΗ Ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων, ἕξει·
米尔塔勒那谁做你的情人可真是有福了,多里翁。
κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυρόν, ὅταν ἐκ Γυθίου καταπλέῃς.
因为等你从吉希翁航行回来的时候,你会给她带塞浦路斯的洋葱和奶酪呢。

词汇与语法注释

  1. 14.1ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς — 形容词 αὖος(干燥的、干枯的)在此处比喻性地表示“一贫如洗”或“被榨干”。这是在由 ἐπεί 引导的从句中省略了系动词 εἰμί 或分词 ὤν 的结构,用以描述主语在经济上的破产。
  2. 14.2Ἐπιούρου τοῦ πρωρέως ἐκλαθομένου — 属格独立结构(genitive absolute),引入了一个与主句主语不同的“前哨水手埃皮乌罗斯”作为从属动作的主语。动词 ἐκλανθάνομαι 在此处使用中动相,具有主动意义“忘记”。
  3. 14.3τοίχου ἄρχω τοῦ δεξιοῦ — 直译为“我支配右舷的船板”。这是一种表示水手晋升的航海术语,意指他现在负责管理右舷的桨手,或者获得了更高的职位。属格 τοίχου 受动词 ἄρχω 支配。
  4. 14.4ὄνος αὐτολυρίζων — 希腊著名的谚语“独自弹琴的驴子”,用来指代那些毫无艺术天赋却附庸风雅、显得愚蠢可笑的人。该主格短语在此作为同位语或感叹语插入。

引用这一段

琉善, 妓女对话录 §14.1-14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:14.1-14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。