Humanitext Reader

琉善 · 妓女对话录 §13.1-13.3

莱翁提科斯的夸功与凯尼达斯的逢迎

第 14 段,共 17 段 · 希腊语

内容简介

士兵莱翁提科斯吹嘘自己在对阵加拉太人的战斗以及与帕弗拉戈尼亚总督单挑中的英勇战绩,而其随从凯尼达斯则极力迎合并证实他的话。

§13.1ΛΕΟΝΤΙΧΟΣ Ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσάν μ' εὐθὺς ὡς εἶδον καὶ οὐθεὶς ἔτι ὑπέστη.
莱翁提科斯:凯尼达斯,给我讲讲对加拉太人的那场战斗吧,我是如何骑着白马冲在其他骑兵最前面的,而加拉太人虽然勇猛,却在看到我的一瞬间就被吓得战栗,再也没有人敢于抵抗。
τότε τοίνυν ἐγὼ τὴν μὲν λόγχην ἀκοντίσας διέπειρα τὸν ἵππαρχον αὐτὸν καὶ τὸν ἵππον, ἐπὶ δὲ τὸ συνεστηκὸς ἔτι αὐτῶν—ἦσαν γάρ τινες οἳ ἔμενον διαλύσαντες μὲν τὴν φάλαγγα, ἐς πλαίσιον δὲ συναγαγόντες αὑτούς—ἐπὶ τούτους ἐγὼ σπασάμενος τὴν σπάθην ἅπαντι τῷ θυμῷ ἐπελάσας ἀνατρέπω μὲν ὅσον ἑπτὰ τοὺς προεστῶτας αὐτῶν τῇ ἐμβολῇ τοῦ ἵππου· τῷ ξίφει δὲ κατενεγκὼν διέτεμον τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει.
那时,我掷出长枪,将敌人的骑兵长官连人带马一同刺穿;而对他们仍然聚集在一起的那部分人——因为他们虽然散开了方阵,却又聚集成一个方队——对这些人,我拔出长剑,带着满腔怒火冲锋过去,靠着战马的撞击,撞倒了大约七个站在最前面的敌人;我挥剑劈下,将其中一个百人队长的脑袋连同头盔一起劈成两半。
ὑμεῖς δέ, ὦ Χηνίδα, μετ' ὀλίγον ἐπέστητε ἤδη φευγόντων.
而你们,凯尼达斯,在他们已经开始逃跑后不久才赶到。
§13.2ΧΗΝΙΔΑΣ Ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ μεγάλα ἐπεδείξω καὶ τότε;
凯尼达斯:是啊,莱翁提科斯,当您在帕弗拉戈尼亚附近与那名总督单挑时,您那时不也展现了极大的威风吗?
ΛΕΟΝΤΙΧΟΣ Καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδ’ ἐκείνης τῆς πράξεως·
莱翁提科斯:你让我想起了一个同样不凡的壮举。
ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκαλεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι.
因为那个总督身材极魁梧,被认为是最好的重装武士,他蔑视希腊军队,跳到两军中间,挑衅是否有人愿意与他单挑。
οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν· Ἀρίσταιχμος γὰρ ἡμῶν ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι.
当时,其他的百人队长、中队长,甚至司令官本人都吓坏了,尽管司令官并不是个懦夫——当时带领我们的是埃托利亚人阿里斯泰克莫斯,他是最优秀的标枪手,而我当时还只是个千人队长。
τολμήσας δ’ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον, κραδαίνοντα τὴν λόγχην— ΧΗΝΙΔΑΣ Κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν·
但我依然义无反顾,甩开了拉住我的战友们,因为他们看到那个蛮族身上闪烁着镀金的盔甲,头盔上的羽饰高大而令人生畏,手里还挥舞着长枪,所以都为我的安危担忧—— 凯尼达斯:我当时也很害怕,莱翁提科斯,您知道我怎样紧紧抱住您,恳求您不要去冒险。
ἀβίωτα γὰρ ἦν μοι σοῦ ἀποθανόντος.
要是您死了,我也活不下去了。
§13.3ΛΕΟΝΤΙΧΟΣ Ἀλλ' ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυσος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρ' ἡμῶν καὶ παρὰ τῶν βαρβάρων·
莱翁提科斯:但我还是毅然走到了两军中间,我的装备一点也不比那个帕弗拉戈尼亚人差,我自己也是浑身金光闪闪,以至于我们这边和蛮族那边立刻爆发出一阵欢呼。
ἐγνώρισαν γάρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου.
因为他们一看到我的盾牌、马饰和羽饰,也都认出我来了。
εἰπέ, ὦ Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;
凯尼达斯,告诉我,当时大家把我看作是谁?
ΧΗΝΙΔΑΣ Τίνι δὲ ἄλλῳ ἢ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως;
凯尼达斯:凭宙斯起誓,除了忒提斯和佩琉斯的儿子阿喀琉斯,还能有谁呢?
οὕτως ἔπρεπέ μέν σοι ἡ κόρυς, ἡ φοινικὶς δὲ ἐπήνθει καὶ ἡ πέλτη ἐμάρμαιρεν.
那头盔戴在您头上是多么合适,那件深红色的外套是多么鲜艳,那面盾牌闪烁着耀眼的光芒。
ΛΕΟΝΤΙΧΟΣ Ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαῦσαι τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον, εἶτ' ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίζων λελουμένος τῷ φόνῳ.
莱翁提科斯:当我们交手时,那个蛮族先用长枪在我的膝盖上方稍微擦伤了我一点。 但我用萨里沙长枪刺穿了他的盾牌,直接刺透了他的胸膛。 然后我冲上前去,用长剑轻而易举地割下了他的头颅,带着他的盔甲,同时用长枪挑着他的头退了回来,浑身沐浴在鲜血之中。

词汇与语法注释

  1. 316τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει — 意为“连同头盔一起”的 αὐτῷ κράνει 是伴随与格(dativus comitativus)的一种惯用表达,由指示代名词 αὐτός 与与格名词连用,表示“连同……在内”。
  2. §13.2τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος — 由于莱翁提科斯的话在中途被凯尼达斯打断,该处形成了一个缺乏主句谓语动词 nutrition 的破格句(anacoluthon 或 aposiopesis),分词结构未能收尾。
  3. 317τῷ Θέτιδος καὶ Πηλέως — 古希腊语中常见的世系表达法,冠词 τῷ(此处与 Ἀχιλλεῖ 同位)后仅接父母名字的属格(Θέτιδος καὶ Πηλέως),省略了表示“儿子”的词(υἱῷ)。

引用这一段

琉善, 妓女对话录 §13.1-13.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:13.1-13.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。