§13.4ΥΜΝΙΣ
Ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη.
ヒュムニス:あっちへ行ってよ、レオンティコス。 あなたは自分についてそんな不潔で恐ろしいことを話すなんて。 そんなに返り血を喜んでいるあなたを、もう誰も見ようともしないでしょうね。 一緒に酒を飲んだり、寝たりするなんてとんでもないわ。
ἔγωγ' οὖν ἄπειμι.
とにかく私は帰るわ。
ΛΕΟΝΤΙΧΟΣ
Διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.
レオンティコス:いつもの倍の報酬を受け取ってくれ。
ΥΜΝΙΣ
Οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.
ヒュムニス:人殺しと一緒に寝るなんて耐えられないわ。
ΛΕΟΝΤΙΧΟΣ
Μὴ δέδιθι, ὦ Ὑμνί·
レオンティコス:恐れないでおくれ、ヒュムニス。
ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.
あれはパフラゴニア人たちの間で行われたことで、今は平和に暮らしているのだから。
ΥΜΝΙΣ
Ἀλλ' ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ.
ヒュムニス:でも、あなたは穢れた人間よ。 あなたがサリサの先に突き刺して持ってきた、あの蛮族の頭から血がしたたり落ちていたのだもの。
εἶτ' ἐγὼ τοιοῦτον ἄνδρα περιβάλω καὶ φιλήσω;
それなのに、私がこのような男を抱きしめて接吻などできましょうか。
μή, ὦ Χάριτες, γένοιτο·
美の女神たちよ、それだけはご免だわ。
οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.
この男は死刑執行人と何ら変わらないのだから。
ΛΕΟΝΤΙΧΟΣ
Καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.
レオンティコス:だがしかし、もしお前が私の武装姿を見ていたなら、きっと惚れていただろうに、それは確信しているよ。
ΥΜΝΙΣ
Ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου.
ヒュムニス:聞いているだけで、レオンティコス、吐き気がして身震いがするわ。 殺された者たちの亡霊や幻影が見えるような気がする。 特に、頭を真っ二つに叩き斬られたあの哀れな隊長の姿が。
τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ ἐθεασάμην καὶ κειμένους τοὺς νεκρούς;
もし私がその行為自体や血、そして倒れている死体を見たとしたら、どうなると思う?
ἐκθανεῖν δή μοι δοκῶ·
本当に気絶してしまうと思うわ。
οὐδ’ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.
私は雄鶏が殺されるのさえ見たことがないのだから。
ΛΕΟΝΤΙΧΟΣ
Οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ;
レオンティコス:それほど臆病で、気が小さいのか、ヒュムニス?
ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.
私は、お前が聞けば喜ぶだろうと思っていたのに。
ΥΜΝΙΣ
Ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας ἢ Δαναΐδας εὕροις·
ヒュムニス:まあ、そんなお話は、レムノスの女たちやダナオスの娘たちでも見つけて、その人たちを楽しませてあげて。
ἐγὼ δ’ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν.
私はまだ明るいうちに、母さんのところに走って帰るわ。
ἕπου καὶ σύ, ὦ Γραμμί·
グラミス、あなたもついて来なさい。
σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.
あなたはごきげんよう、偉大なる千人隊長殿、そして望むなら何人でもお好きなだけ殺す殺人鬼さん。
§13.5ΛΕΟΝΤΙΧΟΣ
Μεῖνον, ὦ Ὑμνί, μεῖνον—ἀπελήλυθε.
レオンティコス:待っておくれ、ヒュムニス、待って――行ってしまった。
ΧΗΝΙΔΑΣ
Σὺ γάρ, ὦ Λεόντιχε, ἀφελῆ παιδίσκην κατεφόβησας ἐπισείων λόφους καὶ ἀπιθάνους ἀριστείας διεξιών·
ケーニダス:レオンティコス様、あなたが、兜の房を揺らし、信じがたい武勇伝を詳しく語って、世間知らずの小娘をすっかり怯えさせてしまったのですよ。
ἐγὼ δὲ ἑώρων εὐθὺς ὅπως χλωρὰ ἐγένετο ἔτι σου τὰ κατὰ τὸν λοχαγὸν ἐκεῖνα διηγουμένου καὶ συνέστειλε τὸ πρόσωπον καὶ ὑπέφριξεν, ἐπεὶ διακόψαι τὴν κεφαλὴν ἔφης.
あなたがまだあの隊長の件を話している時から、彼女がみるみる青ざめていくのが私には見えていました。 あなたが頭を叩き斬ったと言った時、彼女は顔をしかめて身震いしましたよ。
ΛΕΟΝΤΙΧΟΣ
Ὤιμην ἐρασμιώτερος αὐτῇ φανεῖσθαι.
レオンティコス:より魅力的に見えると思ったのだが。
ἀλλὰ καὶ σύ με προσαπολώλεκας, ὦ Χηνίδα, τὸ μονομάχιον ὑποβαλών.
しかしケーニダス、お前も一騎打ちの話を吹き込んで、私を台無しにしてくれたな。
ΧΗΝΙΔΑΣ
Οὐκ ἔδει γὰρ συνεπιψεύδεσθαί σοι ὁρῶντα τὴν αἰτίαν τῆς ἀλαζονείας;
ケーニダス:あなたのホラ吹きの意図が見えていたのですから、話を合わせて嘘をつくしかなかったではありませんか。
σὺ δὲ πολὺ φοβερώτερον αὐτὸ ἐποίησας.
しかし、あなたはそれをあまりに恐ろしく仕立て上げてしまいました。
ἔστω γάρ, ἀπέτεμες τοῦ κακοδαίμονος Παφλαγόνος τὴν κεφαλήν, τί καὶ κατέπηξας αὐτὴν ἐπὶ τῆς σαρίσης, ὥστε σου καταρρεῖν τὸ αἷμα;
百歩譲って、あの哀れなパフラゴニア人の首をはねたとしても、なぜそれをわざわざサリサの先に突き刺して、血を滴らせたりしたのですか?
§13.6ΛΕΟΝΤΙΧΟΣ
Τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα, ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο.
レオンティコス:確かにそこは実にまずかったな、ケーニダス。 他の部分は悪くない作り話だったのだが。
ἄπιθι δ’ οὖν καὶ πεῖσον αὐτὴν συγκαθευδήσουσαν.
とにかく、行って彼女を説得し、一緒に寝てくれるようにしてくれ。
ΧΗΝΙΔΑΣ
Λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ δόξαι βουλόμενος;
ケーニダス:それでは、彼女に対して勇敢に見せかけたくて、すべて嘘をついたのだと言いましょうか?
ΛΕΟΝΤΙΧΟΣ
Αἰσχρόν, ὦ Χηνίδα.
レオンティコス:それは体面に関わるよ、ケーニダス。
ΧΗΝΙΔΑΣ
Καὶ μὴν οὐκ ἄλλως ἀφίκοιτο.
ケーニダス:しかし、そうでもしなければ彼女は戻ってきません。
ἑλοῦ τοίνυν θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.
ですから、どちらか一方を選んでください。 勇者と思われたまま嫌われるか、それとも嘘をついたと認めてヒュムニスと寝るか。
ΛΕΟΝΤΙΧΟΣ
Χαλεπὰ μὲν ἄμφω· αἱροῦμαι δ’ ὅμως τὴν Ὑμνίδα.
レオンティコス:どちらも辛いが、それでも私はヒュムニスを選ぶ。
ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.
だから行って話してくれ、ケーニダス。 嘘はついたが、全部ではない、と。