Humanitext Reader

琉善 · 妓女对话录 §12.1-12.2

伊俄萨的悲诉与皮西亚斯的建议

第 12 段,共 17 段 · 希腊语

内容简介

伊俄萨向吕西亚斯诉说自己如何对他一往情深,并指责他的花心和冷酷。看到吕西亚斯默默离去,她悲痛万分,朋友皮西亚斯则建议她关门谢客一两次,以此来激起他的嫉妒。

§12.1ΙΟΕΣΣΑ Θρύπτῃ, ὦ Λυσία, πρὸς ἐμέ;
伊俄萨吕西亚斯,你是在对我拿乔吗?
καὶ καλῶς, ὅτι μήτε ἀργύριον πώποτε ᾔτησά σε μήτ' ἀπέκλεισα ἐλθόντα, ἔνδον ἕτερος, εἰποῦσα, μήτε παραλογισάμενον τὸν πατέρα ἢ ὑφελόμενον τῆς μητρὸς ἠνάγκασα ἐμοί τι κομίσαι, ὁποῖα αἱ ἄλλαι ποιοῦσιν, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς ἄμισθον, ἀξύμβολον εἰσεδεξάμην, οἶσθα ὅσους ἐραστὰς παραπεμψαμένη, Θεοκλέα τὸν πρυτανεύοντα νῦν καὶ Πασίωνα τὸν ναύκληρον καὶ τὸν συνέφηβόν σου Μέλισσον, καίτοι ἔναγχος ἀποθανόντος αὐτῷ τοῦ πατρὸς καὶ κύριον αὐτὸν ὄντα τῆς οὐσίας·
这也是理所当然的,因为我从未向你要过钱,也从未在你来时把你拒之门外说“里面有别人”,更没有像其他女人那样,逼你欺骗父亲或偷你母亲的东西来送给我。 相反,从一开始,我就分文不收、不要礼物地接纳了你。 你知道我拒绝了多少追求者吗? 现在当着普里塔尼斯的塞奥克勒斯、船主帕西翁,还有你的同窗梅利索斯——尽管他父亲最近刚去世,他已经成了家产的主人。
ἐγὼ δὲ τὸν Φάωνα μόνον εἶχον οὔτε τινὰ προσβλέπουσα ἕτερον οὔτε προσιεμένη ὅτι μὴ σέ·
而我却只把你当作我的法翁,既不看别人一眼,除了你也不让任何人接近。
ᾤμην γὰρ ἡ ἀνόητος ἀληθῆ εἶναι ἃ ὤμνυες, καὶ διὰ τοῦτό σοι προσέχουσα ὥσπερ ἡ Πηνελόπη ἐσωφρόνουν, ἐπιβοωμένης τῆς μητρὸς καὶ πρὸς τὰς φίλας ἐγκαλούσης.
我这个傻姑娘,竟然以为你发过的誓都是真的,因此我一门心思扑在你身上,像潘妮洛佩一样守贞,而我的母亲为此对我破口大骂,并向朋友们抱怨。
σὺ δὲ ἐπείπερ ἔμαθες ὑποχείριον ἔχων με τετηκυῖαν ἐπὶ σοί, ἄρτι μὲν Λυκαίνῃ προσέπαιζες ἐμοῦ ὁρώσης, ὡς λυποίης ἐμέ, ἄρτι δὲ σὺν ἐμοὶ κατακείμενος ἐπῄνεις Μαγίδιον τὴν ψάλτριαν·
可是,一旦你得知我已经落入你的手掌心、为你消魂,你刚才竟在我的眼皮底下和吕凯娜调情,以此来刺痛我;刚才和我躺在一起时,你又在赞美那个弹竖琴的马吉狄翁。
ἐγὼ δ’ ἐπὶ τούτοις δακρύω καὶ συνίημι ὑβριζομένη.
我对这些流泪,深知自己受到了侮辱。
πρῴην δὲ ὁπότε συνεπίνετε Θράσων καὶ σὺ καὶ Δίφιλος, παρῆσαν καὶ ἡ αὐλητρὶς Κυμβάλιον καὶ Πυραλλὶς ἐχθρὰ οὖσα ἐμοί.
前天你和色拉索、狄菲罗斯一起喝酒时,吹笛女辛巴利翁和我的死对头皮拉丽丝也在场。
σὺ δὲ τοῦτ' εἰδὼς τὴν Κυμβάλιον μὲν οὔ μοι πάνυ ἐμέλησεν ὅτι πεντάκις ἐφίλησας· σεαυτὸν γὰρ ὕβριζες τοιαύτην φιλῶν· Πυραλλίδα δὲ ὅσον ἐνένευες, καὶ πιὼν ἂν ἐκείνῃ μὲν ἀπέδειξας τὸ ποτήριον, ἀποδιδοὺς δὲ τῷ παιδὶ πρὸς τὸ οὖς ἐκέλευες, εἰ μὴ Πυραλλὶς αἰτήσειε, μὴ ἂν ἄλλῳ ἐγχέαι·
你明知如此,虽然你吻了辛巴利翁五次我并没太在意——因为吻那样的女人是在侮辱你自个儿——但你却对皮拉丽丝频频示意,喝了酒还向她展示杯子,在把杯子还给仆人时还贴着他的耳朵吩咐:除非皮拉丽丝要求,否则不要给别人倒酒。
τέλος δὲ τοῦ μήλου ἀποδακών, ὁπότε τὸν Δίφιλον εἶδες ἀσχολούμενον—ἐλάλει γὰρ Θράσωνι—προκύψας πως εὐστόχως προσηκόντισας ἐς τὸν κόλπον αὐτῆς, οὐδὲ λαθεῖν γε πειρώμενος ἐμέ·
最后你咬了一口苹果,看到狄菲罗斯正忙着——因为他正在跟色拉索说话——你就侧过身去,十分精准地扔进了她的怀里,甚至连试着瞒我一下都没有。
ἡ δὲ φιλήσασα μεταξὺ τῶν μαστῶν ὑπὸ τῷ ἀποδέσμῳ παρεβύσατο.
她亲了一下那苹果,然后塞进胸带下面、双乳之间。
§12.2ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς;
那么,你究竟为什么要这样做?
τί σε ἢ μέγα ἢ μικρὸν ἐγὼ ἠδίκησα ἢ λελύπηκα;
我到底在什么大事或小事上得罪了你,或者让你伤心了?
τίνα ἕτερον εἶδον;
我眼里还有过别的男人吗?
οὐ πρὸς μόνον σὲ ζῶ;
我难道不是只为你一个人而活吗?
οὐ μέγα, ὦ Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν μεμηνὸς ἐπὶ σοί;
吕西亚斯,伤害一个为你发狂的悲惨小女子,你难道不觉得这很不应该吗?
ἔστι τις θεὸς ἡ Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ·
复仇女神阿德剌斯忒亚是在的,她看着这一切呢。
σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἢ ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦσαν, ἢ ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς μηκέτ' ἐνοχλοίην βλεπομένη.
你迟早也会伤心的,要是你听到关于我的消息——我躺在那里,要么上吊自尽,要么头朝下跳进井里,或者用别的什么方法寻死,好让我不再出现在你面前惹你心烦。
πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος.
到那时候你就可以像完成了什么伟大而辉煌的功绩一样去炫耀了。
τί με ὑποβλέπεις καὶ πρίεις τοὺς ὁδόντας;
你为什么斜眼看我,咬牙切齿?
εἰ γάρ τι ἐγκαλεῖς, εἰπέ, Πυθιὰς ἡμῖν αὕτη δικασάτω.
如果你有什么埋怨,说出来啊,让这位皮西亚斯来替我们裁判。
τί τοῦτο;
怎么回事?
οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με;
你连个回答都没有,就丢下我走了?
ὁρᾷς, ὦ Πυθιάς, οἷα πάσχω ὑπὸ Λυσίου;
皮西亚斯,你瞧见吕西亚斯是怎么对我的了吗?
ΠΥΘΙΑΣ Ὢ τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δακρυούσης·
皮西亚斯真是太冷酷了,人家在流泪,他竟然一点也不为所动。
λίθος, οὐκ ἄνθρωπός ἐστι.
这是一块石头,不是人。
πλὴν ἀλλ’ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, ὦ Ἰόεσσα, διέφθειρας αὐτὸν ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα.
不过,要是说实话的话,伊俄萨,是你太爱他、表现得太明显,把他给惯坏了。
ἐχρῆν δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν· ὑπερόπται γὰρ αἰσθανόμενοι γίγνονται.
你不该这么惯着他,因为男人一旦察觉到这一点,就会变得傲慢无礼。
παῦ', ὦ τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ ἢ δὶς ἀπόκλεισον ἐλθόντα·
别哭了,可怜的姑娘,要是听我的话,他来的时候,关门谢客一两次。
ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμηνότα ἀληθῶς.
你就会看到他醋意大发、真的为你发狂了。
ΙΟΕΣΣΑ Ἀλλὰ μηδ’ εἴπῃς, ἄπαγε.
伊俄萨哎呀,你可别说了,千万不要。
ἀποκλείσω Λυσίαν;
把吕西亚斯拒之门外?
εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας.
但愿他别先下手为强,把我给甩了。
ΠΥΘΙΑΣ Ἀλλ' ἐπανέρχεται αὖθις.
皮西亚斯瞧,他又转回来了。
ΙΟΕΣΣΑ Ἀπολώλεκας ἡμᾶς, ὦ Πυθιάς·
伊俄萨你害苦我们了,皮西亚斯!
ἠκρόαταί σου ἴσως “ἀπόκλεισον” λεγούσης.
他可能听到你说“关门谢客”了。

词汇与语法注释

  1. §12.1τὸν Φάωνα μόνον εἶχον — 引用神话中美男子法翁(Phaon)的典故,比喻伊俄萨将吕西亚斯视为她唯一的“法翁”(最爱美男子)。此处的“法翁”也作为吕西亚斯的爱称。
  2. §12.1εἰ μὴ ¦p.v.7.p.436¦ Πυραλλὶς αἰτήσειε, μὴ ἂν ἄλλῳ ἐγχέαι — μὴ ἂν ... ἐγχέαι 是带 ἂν 的不定式,在由 ἐκέλευες(命令)引导的间接引语中表示潜在的祈愿(potential optative)。它充当命令动词的宾语,省略了不定式的主语(侍从)。这反映了直接引语中带有条件的委婉命令:“除非皮拉丽丝要求,否则不要给任何人倒酒”。
  3. §12.2τὸ μηδὲ ἐπικλασθῆναι — 带有冠词 τὸ 的不定式在此处用作“感叹不定式”(exclamatory infinitive),表达惊讶或愤慨:“(她都在流泪了)他竟然一点也不为所动!”。其省略的主语为第三人称单数(吕西亚斯)。
  4. ¦313¦εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας — εἴθε 连同祈愿语气(ἀποσταίη)表达对未来的愿望。分词 φθάσας(源自 φθάνω,意为“抢先、先于……做”)表示在对方之前行动:“但愿他不要先下手为强,抢先离开我!”这传达了伊俄萨害怕被抛弃的强烈焦虑。

引用这一段

琉善, 妓女对话录 §12.1-12.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:12.1-12.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。