§12.1ΙΟΕΣΣΑ
Θρύπτῃ, ὦ Λυσία, πρὸς ἐμέ;
ΙΟΕΣΣΑ リュシアス、私をじらしているの?
καὶ καλῶς, ὅτι μήτε ἀργύριον πώποτε ᾔτησά σε μήτ' ἀπέκλεισα ἐλθόντα, ἔνδον ἕτερος, εἰποῦσα, μήτε παραλογισάμενον τὸν πατέρα ἢ ὑφελόμενον τῆς μητρὸς ἠνάγκασα ἐμοί τι κομίσαι, ὁποῖα αἱ ἄλλαι ποιοῦσιν, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς ἄμισθον, ἀξύμβολον εἰσεδεξάμην, οἶσθα ὅσους ἐραστὰς παραπεμψαμένη, Θεοκλέα τὸν πρυτανεύοντα νῦν καὶ Πασίωνα τὸν ναύκληρον καὶ τὸν συνέφηβόν σου Μέλισσον, καίτοι ἔναγχος ἀποθανόντος αὐτῷ τοῦ πατρὸς καὶ κύριον αὐτὸν ὄντα τῆς οὐσίας·
それも当然よね、だって私はあなたにお金を求めたことも、あなたが来た時に「中に別の人がいる」と言って締め出したことも一度もないし、他の女たちがやっているように、父親をだましたり母親からかすめ取ったりして私に何かを持ってくるよう強要したこともないのだから。 それどころか、最初からずっと、代金も取らず割り前もなしにあなたを受け入れてきたわ。 私がどれほど多くの恋人を退けてきたか、あなたも知っているでしょう。 今プリュタニスを務めているテオクレスや、船主のパシオン、そしてあなたの同年齢の友人メリッソスだって、最近父親が亡くなって彼自身が財産の相続人になったばかりだというのに。
ἐγὼ δὲ τὸν Φάωνα μόνον εἶχον οὔτε τινὰ προσβλέπουσα ἕτερον οὔτε προσιεμένη ὅτι μὴ σέ·
それなのに私は、あなただけを私のファオンとして心に決め、他の誰にも目をくれず、あなた以外の誰も受け入れなかったわ。
ᾤμην γὰρ ἡ ἀνόητος ἀληθῆ εἶναι ἃ ὤμνυες, καὶ διὰ τοῦτό σοι προσέχουσα ὥσπερ ἡ Πηνελόπη ἐσωφρόνουν, ἐπιβοωμένης τῆς μητρὸς καὶ πρὸς τὰς φίλας ἐγκαλούσης.
愚かにも、私はあなたの誓いが真実だと信じていたの。 だからあなたに一途で、ペネロペのように貞淑にしていたわ、母が私を大声でなじり、友人たちに愚痴をこぼしていたのに。
σὺ δὲ ἐπείπερ ἔμαθες ὑποχείριον ἔχων με τετηκυῖαν ἐπὶ σοί, ἄρτι μὲν Λυκαίνῃ προσέπαιζες ἐμοῦ ὁρώσης, ὡς λυποίης ἐμέ, ἄρτι δὲ σὺν ἐμοὶ κατακείμενος ἐπῄνεις Μαγίδιον τὴν ψάλτριαν·
それなのにあなたは、私があなたのために身を焦がし、思いのままになっていると知るやいなや、ある時は私を苦しめるために、私の目の前でリュカイナとふざけ合い、またある時は私と一緒に横たわっていながら、竪琴弾きのマギディオンを褒めちぎる。
ἐγὼ δ’ ἐπὶ τούτοις δακρύω καὶ συνίημι ὑβριζομένη.
私はこれに対して涙を流し、自分が侮辱されていることを痛感しているわ。
πρῴην δὲ ὁπότε συνεπίνετε Θράσων καὶ σὺ καὶ Δίφιλος, παρῆσαν καὶ ἡ αὐλητρὶς Κυμβάλιον καὶ Πυραλλὶς ἐχθρὰ οὖσα ἐμοί.
先日、トラソンとあなたとディピロスが一緒に飲んでいた時、笛吹きのキュンバリオンと、私の敵であるピュラリスも同席していたわね。
σὺ δὲ τοῦτ' εἰδὼς τὴν Κυμβάλιον μὲν οὔ μοι πάνυ ἐμέλησεν ὅτι πεντάκις ἐφίλησας·
あなたはそれを知りながら、キュンバリオンに5回もキスしたけれど、それは私にとってどうでもよかったわ。
σεαυτὸν γὰρ ὕβριζες τοιαύτην φιλῶν·
あんな女にキスするなんて、自分自身をおとしめているのだから。
Πυραλλίδα δὲ ὅσον ἐνένευες, καὶ πιὼν ἂν ἐκείνῃ μὲν ἀπέδειξας τὸ ποτήριον, ἀποδιδοὺς δὲ τῷ παιδὶ πρὸς τὸ οὖς ἐκέλευες, εἰ μὴ Πυραλλὶς αἰτήσειε, μὴ ἂν ἄλλῳ ἐγχέαι·
けれど、ピュラリスに対しては何度も目配せをして、酒を飲んでは彼女に杯を傾けて見せ、給仕の召使いに杯を返す時には、耳元で「もしピュラリスが求めないなら、他の誰にも注ぐな」と命じていた。
τέλος δὲ τοῦ μήλου ἀποδακών, ὁπότε τὸν Δίφιλον εἶδες ἀσχολούμενον—ἐλάλει γὰρ Θράσωνι—προκύψας πως εὐστόχως προσηκόντισας ἐς τὸν κόλπον αὐτῆς, οὐδὲ λαθεῖν γε πειρώμενος ἐμέ·
最後にはリンゴをかじり取って、ディピロスがよそ見をしているのを見るや――トラソンと話していたからね――うまく身を乗り出して、彼女の胸元に見事に投げ入れたわ。 私から隠そうともせずにね。
ἡ δὲ φιλήσασα μεταξὺ τῶν μαστῶν ὑπὸ τῷ ἀποδέσμῳ παρεβύσατο.
彼女はそのリンゴにキスをして、胸帯の下の乳房の間にねじ込んだわ。
§12.2ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς;
では、どうしてそんなことをするの?
τί σε ἢ μέγα ἢ μικρὸν ἐγὼ ἠδίκησα ἢ λελύπηκα;
私があなたに対して、何か大なり小なり不正を働いたり、あなたを傷つけたりしたかしら?
τίνα ἕτερον εἶδον;
他の誰を見たというの?
οὐ πρὸς μόνον σὲ ζῶ;
あなただけのために生きているのではないの?
οὐ μέγα, ὦ Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν μεμηνὸς ἐπὶ σοί;
リュシアス、あなたに狂おしいほど恋している惨めな女を苦しめるなんて、ひどいとは思わないの?
ἔστι τις θεὸς ἡ Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ·
アドラステイアという神がいて、そういうことを見ているわ。
σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἢ ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦσαν, ἢ ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς μηκέτ' ἐνοχλοίην βλεπομένη.
あなたもいつか、私についての噂を聞いて、きっと後悔することになるわ。 私が首を吊って死んでいるとか、井戸に頭から飛び込んで死んでいるとか、あるいは他のどんな方法であれ死に場所を見つけて、もうあなたの視界に入って煩わせることがないようにしたと。
πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος.
その時には、偉大で輝かしい手柄でも立てたかのように誇るといいわ。
τί με ὑποβλέπεις καὶ πρίεις τοὺς ὁδόντας;
なぜ私をにらみつけ、歯ぎしりをするの?
εἰ γάρ τι ἐγκαλεῖς, εἰπέ, Πυθιὰς ἡμῖν αὕτη δικασάτω.
もし何か不満があるなら言って。 ここにいるピュティアスに裁いてもましょう。
τί τοῦτο;
何よこれ?
οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με;
何も答えずに私を置いて去っていくの?
ὁρᾷς, ὦ Πυθιάς, οἷα πάσχω ὑπὸ Λυσίου;
ピュティアス、私があのリュシアスにどんなひどい目に遭わされているか見えるでしょう?
ΠΥΘΙΑΣ
Ὢ τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δακρυούσης·
ΠΥΘΙΑΣ なんて冷酷な! 泣いているのに心動かされもしないなんて。
λίθος, οὐκ ἄνθρωπός ἐστι.
石であって、人間じゃないわ。
πλὴν ἀλλ’ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, ὦ Ἰόεσσα, διέφθειρας αὐτὸν ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα.
でも、本当のことを言うなら、イオエッサ、あなたが彼を愛しすぎ、それをあからさまに見せているから、彼を増長させてしまったのよ。
ἐχρῆν δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν·
あんなに追いかけ回すべきではなかったのよ。
ὑπερόπται γὰρ αἰσθανόμενοι γίγνονται.
男って、それを察知すると傲慢になるものだから。
παῦ', ὦ τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ ἢ δὶς ἀπόκλεισον ἐλθόντα·
かわいそうに、もう泣くのはおやめなさい。 そして、もし私の言うことを聞くなら、彼が来た時に一度か二度、閉め出してやりなさい。
ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμηνότα ἀληθῶς.
そうすれば、彼が激しく嫉妬に身を焦がし、本当に狂おしくなるのを見るでしょうから。
ΙΟΕΣΣΑ
Ἀλλὰ μηδ’ εἴπῃς, ἄπαγε.
ΙΟΕΣΣΑ でも、そんなこと言わないで、とんでもないわ!
ἀποκλείσω Λυσίαν;
リュシアスを閉め出すなんて?
εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας.
彼の方が先に私を捨てて去ってしまいませんように。
ΠΥΘΙΑΣ
Ἀλλ' ἐπανέρχεται αὖθις.
ΠΥΘΙΑΣ でも、彼がまた戻ってくるわ。
ΙΟΕΣΣΑ
Ἀπολώλεκας ἡμᾶς, ὦ Πυθιάς·
ΙΟΕΣΣΑ 台無しだわ、ピュティアス!
ἠκρόαταί σου ἴσως “ἀπόκλεισον” λεγούσης.
あなたが「閉め出しなさい」と言ったのを、彼は聞いてしまったかもしれない!