Humanitext Reader

琉善 · 妓女对话录 §11.1-11.4

特里斐娜揭露情敌真相与哈尔米德斯的幻灭

第 11 段,共 17 段 · 希腊语

内容简介

哈尔米德斯因爱上另一个交际花菲勒马蒂翁而哭泣,陪伴他的特里斐娜揭露了该女子已四十五岁且身上有白斑等真相,使其幻灭,哈尔米德斯最终决定与特里斐娜和好并亲热。

§11.1ΤΡΥΦΑΙΝΑ Ἑταίραν δέ τις παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων;
特里斐娜哪有人带了交际花来,付了五德拉克马的赏钱,却翻身背对着她,一边流泪一边叹气地睡觉呢?
ἀλλ’ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας· ἔκλαες γὰρ καὶ παρὰ τὸ δεῖπνον, ἑώρων γάρ·
而且我想,你既没有愉快地喝酒,也不想独自用餐;因为在吃饭时你就在哭,我都看见了。
καὶ νῦν δὲ οὐ διαλέλοιπας ἀναλύζων ὥσπερ βρέφος.
哪怕到了现在,你还像个婴儿一样抽泣个不停。
ταῦτα οὖν, ὦ Χαρμίδη, τίνος ἕνεκα ποιεῖς;
那么,哈尔米德斯,你到底是为了什么这样做呢?
μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνήσασα μετὰ σοῦ.
别瞒着我,好让我跟你熬了这一整夜,至少能得到这一点回报。
ΧΑΡΜΙΔΗΣ Ἔρως με ἀπόλλυσιν, ὦ Τρύφαινα, καὶ οὐκέτ' ἀντέχω πρὸς τὸ δεινόν.
哈尔米德斯爱情快把我毁了,特里斐娜,我再也无法承受这可怕的痛苦了。
ΤΡΥΦΑΙΝΑ Ἀλλ' ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον· οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλουσαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου.
特里斐娜不过,你爱的人显然不是我,这是明摆着的;因为要是你爱我,你就不会在拥有我的时候还冷落我,在我想要拥抱你时推开我,最后甚至因为害怕我碰到你,而用外衣在咱们俩中间筑起一道防线。
τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ· τάχα γὰρ ἄν τι καὶ συντελέσαιμι πρὸς τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι.
不过,告诉我她到底是谁吧;也许我还能为你的爱情出一份力呢,因为我很清楚该怎么张罗这种事。
ΧΑΡΜΙΔΗΣ Καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη σέ· οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν.
哈尔米德斯事实上,你非常清楚她是谁,她也认识你;因为她可不是什么没名气的交际花。
§11.2ΤΡΥΦΑΙΝΑ Εἰπὲ τοὔνομα, ὦ Χαρμίδη.
特里斐娜告诉我她的名字,哈尔米德斯。
ΧΑΡΜΙΔΗΣ Φιλημάτιον, ὦ Τρύφαινα.
哈尔米德斯菲勒马蒂翁,特里斐娜。
ΤΡΥΦΑΙΝΑ Ὁποτέραν λέγεις; δύο γάρ εἰσι·
特里斐娜你指的是哪一个?
τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δαμύλος ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν;
因为有两个:是从比雷埃夫斯来的那个,最近刚破瓜、正由现任将军之子达米洛斯追求的那个? 还是另一个,被称为“帕吉丝”的?
ΧΑΡΜΙΔΗΣ Ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς.
哈尔米德斯就是那一个,而我这个倒霉鬼,已经被她俘虏、被她套牢了。
ΤΡΥΦΑΙΝΑ Οὐκοῦν δι’ ἐκείνην ἔκλαες;
特里斐娜所以你就是为了她才哭的?
ΧΑΡΜΙΔΗΣ Καὶ μάλα.
哈尔米德斯正是如此。
ΤΡΥΦΑΙΝΑ Πολὺς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ;
特里斐娜你爱了她很久,还是只是个新来的?
ΧΑΡΜΙΔΗΣ Οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρώτως εἶδον αὐτην.
哈尔米德斯不是新来的,自从大酒神节第一次见到她,已经差不多七个月了。
ΤΡΥΦΑΙΝΑ Εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερὰ [ἃ] εἶδες Φιληματίου, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη;
特里斐娜你看清了她的全身,还是只看见了脸和菲勒马蒂翁露出来的那些身体部位,也就是一个已经四十五岁的女人该有的样子?
ΧΑΡΜΙΔΗΣ Καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν ἐς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν.
哈尔米德斯可她发誓说,到了即将到来的埃拉斐博利翁月,她才满二十二岁。
§11.3ΤΡΥΦΑΙΝΑ Σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς;
特里斐娜那你是相信她的誓言,还是相信你自己的眼睛?
ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει· τὰ δὲ ἄλλα φενάκη βαθεῖα.
你什么时候偷偷瞅一眼她的太阳穴,只有那儿是她自己的头发;其他地方全是厚厚假发。
παρὰ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά.
只要太阳穴附近染发的药水一褪色,多半就会显露出斑白。
καίτοι τί τοῦτο;
不过这算什么?
βίασαί ποτε καὶ γυμνὴν αὐτὴν ἰδεῖν.
什么时候强行看看她光着身子的样子吧。
ΧΑΡΜΙΔΗΣ Οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.
哈尔米德斯她从不肯在这件事上对我让步。
ΤΡΥΦΑΙΝΑ Εἰκότως· ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς λεύκας.
特里斐娜那是自然,因为她知道要是你看见她身上的白斑就会恶心。
ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν.
她从脖子到膝盖,全身就像一只豹子。
ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών;
可你竟然为了不能和这样一个女人在一起而哭泣?
ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;
难不成她还折磨你,瞧不起你?
ΧΑΡΜΙΔΗΣ Ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρ' ἐμοῦ λαμβάνουσα.
哈尔米德斯是的,特里斐娜,尽管她从我这儿拿走了那么多东西。
καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ' ὧν λυπῆσαι καὶ αὐτὸς ἐθέλων αὐτὴν σὲ παρείληφα ΤΡΥΦΑΙΝΑ Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν.
现在,因为她要一千德拉克马,而我由一个节俭的父亲供养,无法轻易拿出来,她便把莫斯基翁迎了进去,把我拒之门外;作为报复,我也想让她痛苦,才把你找来的。 特里斐娜凭阿佛洛狄忒起誓! 要是有人事先告诉我,请我来是为了这些目的,为了气另一个女人,而且那个女人还是菲勒马蒂翁那个老棺材板,我是绝不会来的。
ἀλλ’ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἁλεκτρυών.
不过我要走了,因为公鸡已经叫了第三遍了。
§11.4ΧΑΡΜΙΔΗΣ Μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα· εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φῂς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προσβλέπειν ἂν ἔτι ἐδυνάμην αὐτῇ.
哈尔米德斯别走得这么急,特里斐娜;如果你说的关于菲勒马蒂翁的那些话是真的——那假发、那染过的头发,以及她身上其他白斑的事——我恐怕连看都无法再看她一眼了。
ΤΡΥΦΑΙΝΑ Ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετ' αὐτῆς· περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί σοι, εἴ γε ζῇ ἔτι.
特里斐娜去问问你母亲,她以前有没有和她一起洗过澡;至于她的年龄,如果你祖父还活着的话,他也能讲给你听。
ΧΑΡΜΙΔΗΣ Οὐκοῦν ἐπεὶ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν· Φιλημάτιον δὲ πολλὰ χαιρέτω.
哈尔米德斯既然她是一个这样的女人,那防线现在就撤去吧,让我们互相拥抱、亲吻,真正地在一起;至于菲勒马蒂翁,就让她见鬼去吧。

词汇与语法注释

  1. 309ὡς ἂν καὶ τοῦτο ἀπολαύσω — 带虚拟语气 `ἀπολαύσω` 的 `ὡς 班` 从句,表示目的(为了……)或预期的结果。`καὶ τοῦτο`(至少这一点)指把得知他痛苦的原因作为陪伴他熬夜的唯一“收获”或“回报”。
  2. §11.2νεοτελής — 该词原意为宗教中“刚入秘仪的新信徒”。在此被比喻性地用来指代刚涉足恋爱这一“秘仪”的初学者。
  3. §11.3τὴν σορόν — 描述性名词 `σορός`(棺材、骨灰罐)作为同格语修饰宾格的 `Φιλημάτιον`,用作对极老妇人的嘲讽性谩骂(“老棺材板”)。
  4. §11.4πολλὰ χαιρέτω — 带有第三人称单数命令式 `χαιρέτω` 的习惯表达。由告别语引申而来,在此表示拒绝或不再理会(“让她见鬼去吧”、“和她拜拜”)。

引用这一段

琉善, 妓女对话录 §11.1-11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:11.1-11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。