§12.3ΛΥΣΙΑΣ
Οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδὲ προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, Ἄτεγκτος ὁ Λυσίας ἐστίν.
吕西亚斯:皮西亚斯,我回来不是为了她,对她这种女人,我连看都不想再看一眼。 我是为了你,免得你非难我、说“吕西亚斯真是冷硬心肠”。
ΠΥΘΙΑΣ
Ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία.
皮西亚斯:事实上,我刚才确实是这么说的,吕西亚斯。
ΛΥΣΙΑΣ
Φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;
吕西亚斯:那么皮西亚斯,难道你希望我忍受这个现在哭泣的伊俄萨吗? 要知道,她背叛了我,我曾亲自撞见她和别的年轻小伙睡在一起。
ΠΥΘΙΑΣ
Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί.
皮西亚斯:吕西亚斯,说到底她是个妓女。
πῶς δ’ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας;
不过,你到底是怎么抓到他们睡在一起的?
ΛΥΣΙΑΣ
Ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δί', ἕκτην γε, δευτέρᾳ ἱσταμένου· τὸ τήμερον δὲ ἑβδόμη ἐστίν.
吕西亚斯:凭宙斯起誓,差不多是六天前,没错,六天前,也就是本月初二,而今天是初七。
ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν·
我父亲知道我早就爱上了这位“高尚的”女人,便把我关了起来,吩咐门房不要开门。
ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τὸν νῶτον· ῥᾷον γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον.
但我呢,因为实在无法忍受见不到她,就命令德罗蒙在院墙最矮的地方哈下腰去,把我驮在背上,因为这样我就能更轻松地爬上去。
τί ἂν μακρὰ λέγοιμι;
何必多说呢?
ὑπερέβην, ἦκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς· μέσαι γὰρ νύκτες ἦσαν.
我翻了过去,来到这里,发现大门关得严严实实,因为当时已经是半夜了。
οὐκ ἔκοψα δ’ οὖν, ἀλλ’ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτ' ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον ἀψοφητί.
不过我没有敲门,而是轻轻抬起门——其实我以前也干过这事——拨开转轴,无声无息地溜了进去。
ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.
大家都在睡觉,于是我摸着墙,来到了床边。
§12.4ΙΟΕΣΣΑ
Τί ἐρεῖς, ὦ Δάματερ;
伊俄萨:德墨忒尔啊,你究竟要说什么?
ἀγωνιῶ γάρ.
我都急死了。
ΛΥΣΙΑΣ
Ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ἆσθμα ἕν, τὸ μὲν πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν·
吕西亚斯:当我察觉到呼吸声不止一个时,起初我还以为是吕德同她睡在一起。
τὸ δ’ οὐκ ἦν, ὦ Πυθιάς, ἀλλ’ ἐφαψάμενος εὗρον ἀγένειόν τινα πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν ἀποπνέοντα.
但事实并非如此,皮西亚斯,我一摸,竟发现是个没胡子的家伙,皮肤滑溜溜的,头发剃得很短,身上还散发着香水味。
τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον, οὐκ ἂν ὤκνησα, εὖ ἴστε.
看到这一幕,要是我带了剑来,我绝不会犹豫的,你们大可放心。
τί γελᾶτε, ὦ Πυθιάς;
你笑什么,皮西亚斯?
γέλωτος ἄξια δοκῶ σοι διηγεῖσθαι;
你觉得我讲的是什么好笑的事吗?
ΙΟΕΣΣΑ
Τοῦτό σε, ὦ Λυσία, λελύπηκεν;
伊俄萨:吕西亚斯,让你伤心的就是这件事吗?
ἡ Πυθιὰς αὕτη μοι συνεκάθευδε.
是这位皮西亚斯当时和我睡在一起啊。
ΠΥΘΙΑΣ
Μὴ λέγε, ὦ Ἰόεσσα, πρὸς αὐτόν.
皮西亚斯:别告诉他,伊俄萨。
ΙΟΕΣΣΑ
Τί μὴ λέγω;
伊俄萨:为什么不说?
Πυθιὰς ἦν, φίλτατε, μετακληθεῖσα ὑπ' ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν· ἐλυπούμην γὰρ σὲ μὴ ἔχουσα.
就是皮西亚斯啊,亲爱的,是我把她叫来一起睡的,因为没有你在身边我很难过。
§12.5ΛΥΣΙΑΣ
Πυθιὰς ὁ ἐν χρῷ κεκαρμένος;
吕西亚斯:剃光了头的皮西亚斯?
εἶτα δι’ ἕκτης ἡμέρας ἀνεκόμησε τοσαύτην κόμην;
然后仅仅过了六天,她就又长出了这么长的头发?
ΙΟΕΣΣΑ
Ἀπὸ τῆς νόσου ἐξυρήσατο, ὦ Λυσία· ὑπέρρεον γὰρ αὐτῇ αἱ τρίχες.
伊俄萨:她是因为生病才剃光的,吕西亚斯,因为她的头发掉得厉害。
νῦν δὲ καὶ τὴν πηνήκην ἐπέθετο.
现在她戴的是假发。
δεῖξον, ὦ Πυθιάς, δεῖξον οὕτως ὄν, πεῖσον αὐτόν.
给她看看,皮西亚斯,展示给她看确实是这样,好让他相信。
ἰδοὺ τὸ μειράκιον ὁ μοιχὸς ὃν ἐζηλοτύπεις.
瞧,这就是你嫉妒的那个奸夫“小伙子”!
ΛΥΣΙΑΣ
Οὐκ ἐχρῆν οὖν, ὦ Ἰόεσσα, καὶ ταῦτα ἐρῶντα ἐφαψάμενον αὐτόν;
吕西亚斯:那么伊俄萨,作为一个深爱着你的人,既然已经摸到了他,即便在那种情况下,发火不也是理所当然的吗?
ΙΟΕΣΣΑ
Οὐκοῦν σὺ μὲν ἤδη πέπεισαι·
伊俄萨:这么说你现在是信了。
βούλει δὲ ἀντιλυπήσω σε καὶ αὐτή;
那你想不想要我也反过来让你难受一下?
ὀργίζομαι δικαίως ἐν τῷ μέρει.
这回轮到我理直气壮地生气了。
ΛΥΣΙΑΣ
Μηδαμῶς, ἀλλὰ πίνωμεν ἤδη, καὶ Πυθιὰς μεθ' ἡμῶν·
吕西亚斯:千万别,咱们现在就喝酒吧,让皮西亚斯也和我们一起。
ἄξιον γὰρ αὐτὴν παρεῖναι ταῖς σπονδαῖς.
她理当在我们的和约中在场。
ΙΟΕΣΣΑ
Παρέσται.
伊俄萨:她会参加的。
οἷα πέπονθα διὰ σέ, ὦ γενναιότατε νεανίσκων Πυθίας.
瞧我因为你受了多少罪,皮西亚斯,小伙子里最英俊潇洒的“小帅哥”!
ΠΥΘΙΑΣ
Ἀλλὰ καὶ διήλλαξα ὑμᾶς ὁ αὐτός, ὥστε μή μοι χαλέπαινε.
皮西亚斯:不过,让你们和好的也是我这个人,所以别生我的气啦。
πλὴν τὸ δεῖνα, ὅρα, ὦ Λυσία, μή τινι εἴπῃς τὸ περὶ τῆς κόμης.
不过,我说那个,吕西亚斯,你可千万别跟任何人提起头发的事。