Humanitext Reader

琉善 · 妓女对话录 §10.1-10.4

德罗丝揭露哲学家阿里斯泰内托斯的计谋

第 10 段,共 17 段 · 希腊语

内容简介

赫里多尼翁和德罗丝讨论年轻的克雷尼亚斯因哲学家老师阿里斯泰内托斯的阻挠而不再来访一意,并计划通过向克雷尼亚斯的父亲告发和在墙上涂鸦来揭露这位老师的虚伪。

§10.1ΧΕΛΙΔΟΝΙΟΝ Οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειράκιον ὁ Κλεινίας;
赫里多尼翁那个叫克雷尼亚斯的年轻人,不再到你这里来了吗,德罗丝?
οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος, αὐτὸν παρ' ὑμῖν.
我已经很久没在你这儿见到他了。
ΔΡΟΣΙΣ Οὐκέτι, ὦ Χελιδόνιον·
德罗丝不再来了,赫里多尼翁。
ὁ γὰρ διδάσκαλος αὐτὸν εἶρξε μηκέτι μοι προσιέναι.
因为他的老师禁止他再接近我。
ΧΕΛΙΔΟΝΙΟΝ Τίς οὗτος;
赫里多尼翁这人是谁?
μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις;
你不是在说体育教师迪奥蒂莫斯吧?
ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν.
因为他至少还是个朋友。
ΔΡΟΣΙΣ Οὔκ, ἀλλ’ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος.
德罗丝不,是那个在哲学家中该死得最惨的阿里斯泰内托斯。
ΧΕΛΙΔΟΝΙΟΝ Τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βαθυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπατεῖν ἐν τῇ Ποικίλῃ;
赫里多尼翁你是说那个面容阴沉、毛发浓密、留着长胡子、经常和年轻人们在画廊里散步的家伙吗?
ΔΡΟΣΙΣ Ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπίδοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ δημίου.
德罗丝我说的就是那个吹牛的骗子,我恨不得亲眼看着他死得最惨,被刽子手抓着胡子拖走。
§10.2ΧΕΛΙΔΟΝΙΟΝ Τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν;
赫里多尼翁但他到底吃错了什么药,竟然劝服克雷尼亚斯做出这种事?
ΔΡΟΣΙΣ Οὐκ οἶδα, ὦ Χελιδόνιον.
德罗丝我不知道,赫里多尼翁。
ἀλλ’ ὁ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ' οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο—πρῶτον δὲ ὡμίλησέ μοι—τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ·
但是自打他开始和女人交往以来——而他第一个交往的对象就是我——就从来没有在外面过夜,而这三天来,他甚至连这条巷子都没靠近过。
ἐπεὶ δὲ ἠνιώμην—οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ' αὐτῷ—ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ·
我心里很难受——不知道怎么回事,一想到他我就心痛——于是我派内布里斯去四处寻找他,看他是在广场还是在画廊消磨时光。
ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν.
她说她看见他和阿里斯泰内托斯一起散步,便从远处向他示意,但他红着脸低下头,再也没有把目光转过来。
εἶτ' ἐβάδιζον ἅμα ἐς τὴν Ἀκαδημίαν· ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ’ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα.
接着他们一起朝学院走去;她一直跟到双门,但由于他根本没有回头,她只好回来,无法汇报任何确切的消息。
πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος;
此后,在无法猜到那个年轻小伙到底出了什么事的情况下,你以为我是怎么熬过来的?
ἀλλὰ μὴ ἐλύπησά τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ;
“难道是我在什么地方惹他生气了吗? ”我对自己说,“还是他讨厌我,爱上了别人?
ἀλλ’ ὁ πατὴρ διεκώλυσεν αὐτόν;
或者是他父亲阻拦了他?
πολλὰ τοιαῦτα ἡ ἀθλία ἔστρεφον.
”可怜的我,脑子里直打转,净想这些事。
ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκέ μοι Δρόμων τὸ γραμμάτιον τουτὶ παρ' αὐτοῦ κομίζων.
到了傍晚很晚的时候,德罗蒙带着他写的这封信来到我这儿。
ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον· οἶσθα γὰρ δή που γράμματα.
拿着读读看,赫里多尼翁,你肯定识字吧。
§10.3ΧΕΛΙΔΟΝΙΟΝ Φέρ' ἴδωμεν·
赫里多尼翁让我瞧瞧。
τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος.
字迹不是很清楚,而是潦草仓促,显示出写信人的焦急。
λέγει δέ “πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας.
上面写着:“德罗丝,我有多么爱你,我让神明作证。
” ΔΡΟΣΙΣ Αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.
” 德罗丝哎呀,真可怜,他连问候语都没写上。
ΧΕΛΙΔΟΝΙΟΝ “Καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ' ἀνάγκην ἀφίσταμαί σου·
赫里多尼翁 “而现在,并不是出于憎恨,而是迫于无奈,我不得不离开你。
ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν αὐτῷ, κἀκεῖνος—ἔμαθε γὰρ τὰ καθ' ἡμᾶς ἅπαντα—πάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα· πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.
因为父亲把我交给了阿里斯泰内托斯,让我跟他学习哲学。 而他——因为他已经知道了我们之间所有的事情——狠狠地责备了我,说作为阿基特勒斯和埃拉西克雷亚的儿子,与一个交际花在一起是不体面的;因为选择美德而非享乐要好得多。
” ΔΡΟΣΙΣ Μὴ ὥρας ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον.
” 德罗丝愿那个废话连篇的家伙活不过今年,竟教年轻人这种东西。
ΧΕΛΙΔΟΝΙΟΝ “Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ·
赫里多尼翁 “所以我必须服从他。
παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάσσων, καὶ ὅλως οὐδὲ προσβλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ·
因为他紧紧跟着我,监视着我,总之除了他,我根本不准看任何人。
εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον.
如果我能保持克制,在一切事上都听从他,他承诺我会变得非常幸福,并且通过先前的艰苦锻炼树立美德。
ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν.
我好不容易偷偷溜走,才给你写了这些。
σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου. ”
祝你幸福,并请记住克雷尼亚斯。
§10.4ΔΡΟΣΙΣ Τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον;
” 德罗丝你觉得这封信怎么样,赫里多尼翁?
ΧΕΛΙΔΟΝΙΟΝ Τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ “μέμνησο Κλεινίου” ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.
赫里多尼翁其他部分简直就像塞西亚人那样冷酷无情,但“记住克雷尼亚斯”这一句还留有一些希望。
ΔΡΟΣΙΣ Κἀμοὶ οὕτως ἔδοξεν·
德罗丝我也这么觉得。
ἀπόλλυμαι δ’ οὖν ὑπὸ τοῦ ἔρωτος.
可我终究要被这爱情折磨死了。
ὁ μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν.
不过,德罗蒙说阿里斯泰内托斯是个男色好者,以授课为借口,和最俊美的年轻人待在一起,并私下里对克雷尼亚斯花言巧语,许下诺言,说要把他塑造成神一般的存在。
ἀλλὰ καὶ ἀναγιγνώσκει μετ' αὐτοῦ ἐρωτικούς τινας λόγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος περὶ τὸ μειράκιόν ἐστιν.
不仅如此,他还和他一起阅读古代哲学家对学生的某些情爱言论,整天围着那个年轻人转。
ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.
德罗蒙还威胁说要把这些事向克雷尼亚斯的父亲告发。
ΧΕΛΙΔΟΝΙΟΝ Ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα.
赫里多尼翁德罗丝,你真该好好款待德罗蒙,填饱他的肚子。
ΔΡΟΣΙΣ Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι· κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος.
德罗丝我已经填饱他的肚子了,而且即便没有这个,他也是我的人,因为他也对内布里斯动了心思。
ΧΕΛΙΔΟΝΙΟΝ Θάρρει, πάντα ἔσται καλῶς.
赫里多尼翁放心吧,一切都会好起来的。
ἐγὼ δὲ καὶ ἐπιγράψειν μοι δοκῶ ἐπὶ τοῦ τοίχου ἐν Κεραμεικῷ, ἔνθα ὁ Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος διαφθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ.
我想在阿基特勒斯经常散步的陶器区(凯拉米克斯)的墙上写下,阿里斯泰内托斯正在败坏克雷尼亚斯,这样就能和德罗蒙的告发形成合力,起到相得益彰的效果。
ΔΡΟΣΙΣ Πῶς δ’ ἂν λάθοις ἐπιγράψασα;
德罗丝可你怎么能不被人发现地写上去呢?
ΧΕΛΙΔΟΝΙΟΝ Τῆς νυκτός, Δροσί, ἄνθρακά ποθεν λαβοῦσα.
赫里多尼翁趁着夜色,德罗丝,从哪里弄点木炭。
ΔΡΟΣΙΣ Εὖ γε, συστράτευε μόνον, ὦ Χελιδόνιον, κατὰ τοῦ ἀλαζόνος Ἀρισταινέτου.
德罗丝太好了! 赫里多尼翁,你只要和我一起,并肩对付那个吹牛的阿里斯泰内托斯就行了。

词汇与语法注释

  1. §10.1κάκιστα φιλοσόφων ἀπολούμενος — 部分属格 φιλοσόφων 与相当于最高级的副词 κάκιστα 结合(意为“在哲学家中最惨地”)。分词 ἀπολούμενος 是将来中动分词,承载着强烈的谴责或注定毁灭的诅咒意味。
  2. ¦306¦ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν — 在引导间接引语的动词 ἔφη 作用下,并列了多个主语不同的“宾格加不定式”结构。主句的主语内布里斯(伴随分词 ἰδοῦσα)是不定式 νεῦσαι 的逻辑主语,而随后的 不定式 ὁρᾶν 和 παρενεγκεῖν 的逻辑主语则切换成了克雷尼亚斯(ἐκεῖνον)。
  3. ¦307¦Μὴ ὥρας ἵκοιτο — 由否定小词 μή 与希求法 ἵκοιτο 构成的否定愿望(诅咒)。属格 ὥρας 是时间属格或目标属格(“在合适的时期”或“到下一个季节”),整体上是一个惯用诅咒语,意为“愿他活不到下一个季节(不得好死)”。
  4. §10.4ἡ ἀπὸ Σκυθῶν ῥῆσις — 定冠词 ἡ 连同介词短语 ἀπὸ Σκυθῶν 一起修饰名词 ῥῆσις。这是一个希腊谚语(意为“来自塞西亚人的话”),基于当时塞西亚人粗野冷酷的形象,指代“冷酷无情、生硬草率的通知”。
  5. ¦308¦κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος — 被动语态完成时动词 κέκνισται(意为“被刺激、被撩拨”)伴随着表示情感原因或对象的属格 τῆς Νεβρίδος。它生动地刻画了“他也为内布里斯而饱受爱意煎熬(心痒难耐)”的情感状态。

引用这一段

琉善, 妓女对话录 §10.1-10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:10.1-10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。