§9.1ΔΟΡΚΑΣ
Ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ στρατιᾶς ἀνέστρεψε πλουτῶν, ὥς φασιν·
ΔΟΡΚΑΣ 我们完了,女主人,我们完了! 听说波勒蒙从军队回来了,发了大财。
ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς.
我亲眼看见他披着带紫边的斗篷,用别针扣着,身边还跟着许多随随从。
καὶ οἱ φίλοι ὠς εἶδον, συνέθεον ἐπ' αὐτὸν ἀσπασόμενοι·
他的朋友们一见到他,就纷纷跑上前去向他问候。
ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ' αὐτοῦ, ἠρόμην καί, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε.
在这期间,我看到后面跟着他的仆人,那人是和他一起出征的。 我先向他问候,然后问:‘告诉我,帕尔梅农,’我说,‘你们过得怎么样? 你们回来时,带了什么配得上这场战争的东西吗?
ΠΑΝΝΥΧΙΣ
Οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ’ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ· ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἴητε.
’ ΠΑΝΝΥΧΙΣ 你不该马上问那个,而该先说这些:‘你们保全了性命,真是太感谢神明了,尤其是庇护客人的宙斯和军队的雅典娜;女主人一直在打听你们过得怎么样,人在哪里。
εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.
’ 要是你还加上了这一句,说她一直在哭泣,总是想起波勒蒙,那可就强得多了。
§9.2ΔΟΡΚΑΣ
Προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα·
ΔΟΡΚΑΣ 我在一开始就先把这些全说了。
πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν.
我本来没想对你说这些,我只想对你说我听到了什么。
ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην· Ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν;
因为对帕尔梅农,我就是这样开头的:‘帕尔梅农,想必你们的耳朵一直在鸣响吧?
ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.
因为女主人总是含着眼泪想起他,尤其是如果有人从战场回来,传说有许多人战死时,她就会抓扯头发,捶打胸膛,对传来的每一个消息都哀悼不已。
ΠΑΝΝΥΧΙΣ
Εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.
’ ΠΑΝΝΥΧΙΣ 做得好,多尔卡斯,本来就应该这样。
ΔΟΡΚΑΣ
Εἶτα ἑξῆς μετ' οὐ πολὺ ἠρόμην ἐκεῖνα.
ΔΟΡΚΑΣ 然后在那之后不久,我就问了那些问题。
ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.
他说:‘我们回来得极其风光。
ΠΑΝΝΥΧΙΣ
Οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν;
’ ΠΑΝΝΥΧΙΣ 那么,他就没有先提到波勒蒙是怎样想念我、渴望我,或是祈祷能见到我活着吗?
ΔΟΡΚΑΣ
Καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε.
ΔΟΡΚΑΣ 确实,他也说了许多这样的话。
τὸ δ’ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα· τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους.
但总之,他报告的核心是巨大的财富:黄金、衣服、随从、象牙;至于银子,他们甚至不是数着带回来的,而是用麦斗来量,足足有许多斗。
εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς.
帕尔梅农自己小指上也戴着一个极大的多边形戒指,镶嵌着一颗三色的宝石,表面是红色的。
εἴασα δ’ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ·
于是我就听凭他兴致勃勃地向我讲述他们如何渡过哈吕斯河,如何杀死了一个叫提里达特斯的人,以及波勒蒙在与皮西迪亚人的战斗中如何表现卓越。
ἀπέδραμόν σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο.
我跑回来向你报告这些,以便你考虑眼下的处境。
εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους—ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ' ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;
因为如果波勒蒙来了——他一定会甩开那些熟人走来的——打听之下,发现菲洛斯特拉托斯在我们屋里,你以为他会做出什么事来?
§9.3ΠΑΝΝΥΧΙΣ
Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον·
ΠΑΝΝΥΧΙΣ 多尔卡斯,让我们从眼前的处境中找出一个解救的办法吧。
οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὕτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι·
因为既不能把刚给了一塔兰同、而且还是个商人并许诺了许多的这位赶走,也不能不接待带着如此财富回来的波勒蒙。
προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν;
况且他本来就是个嫉妒心极强的人,甚至在以前穷困的时候也是令人无法忍受的;而现在,他还有什么做不出来的呢?
ΔΟΡΚΑΣ
Ἀλλὰ καὶ προσέρχεται.
ΔΟΡΚΑΣ 但是他已经走过来了。
ΠΑΝΝΥΧΙΣ
Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.
ΠΑΝΝΥΧΙΣ 我因为束手无策而快要晕过去了,多尔卡斯,我在发抖。
ΔΟΡΚΑΣ
Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
ΔΟΡΚΑΣ 但是菲洛斯特拉托斯也走过来了。
ΠΑΝΝΥΧΙΣ
Τίς γένωμαι;
ΠΑΝΝΥΧΙΣ 我该怎么办?
πῶς ἄν με ἡ γῆ καταπίοι;
大地要是能把我吞下去该多好!
§9.4ΦΙΛΟΣΤΡΑΤΟΣ
Τί οὐ πίνομεν, ὦ Παννυχί;
ΦΙΛΟΣΤΡΑΤΟΣ 潘尼基丝,我们怎么不喝酒呢?
ΠΑΝΝΥΧΙΣ
Ἄνθρωπε, ἀπολώλεκάς με.
ΠΑΝΝΥΧΙΣ 你这人,要把我害死了!
σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.
—— 欢迎回来,波勒蒙,好久不见了。
ΠΟΛΕΜΩΝ
Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν;
ΠΟΛΕΜΩΝ 那么,这个走向你们的男人是谁?
σιωπᾷς;
你沉默不语?
εὖ γε·
很好。
οἴχου, ὦ Παννυχί.
你完了,潘尼基丝。
ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα.
而我花了五天时间从温泉关飞奔回来,急着赶到这样一个女人身边。
καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἐχων· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.
不过我确实是自作自受,但我还是要感谢,因为我再也不会被你抢走了。
ΦΙΛΟΣΤΡΑΤΟΣ
Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;
ΦΙΛΟΣΤΡΑΤΟΣ 那么,你是谁,这位先生?
ΠΟΛΕΜΩΝ
Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις· χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.
ΠΟΛΕΜΩΝ 我是潘迪奥尼斯部落斯泰里亚区的波勒蒙,你听好了;起初担任千人队长,现在则统领着五千重装步兵,我是潘尼基丝的情人——那是在我还以为她还有点人性的时候。
ΦΙΛΟΣΤΡΑΤΟΣ
Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα.
ΦΙΛΟΣΤΡΑΤΟΣ 但是眼下,雇佣军首领,潘尼基丝是我的,她已经拿到了一塔兰同,只要我们把货物一处理完,她马上就会再拿到一塔兰同。
καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ' Ὀδρύσαις χιλιαρχεῖν ἔα.
现在跟着我,潘尼基丝,让这家伙去奥德里西亚人那里当他的千人队长吧。
ΠΟΛΕΜΩΝ
Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.
ΠΟΛΕΜΩΝ 她是自由身,如果愿意,她就会跟着你。
ΠΑΝΝΥΧΙΣ
Τί ποιῶ, Δορκάς;
ΠΑΝΝΥΧΙΣ 我该怎么办,多尔卡斯?
ΔΟΡΚΑΣ
Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.
ΔΟΡΚΑΣ 最好进屋去。 留在发怒的波勒蒙身边是不行的,而且他嫉妒起来会更加火冒三丈。
ΠΑΝΝΥΧΙΣ
Εἰ θέλεις, εἰσίωμεν.
ΠΑΝΝΥΧΙΣ 如果你愿意,我们就进去吧。
§9.5ΠΟΛΕΜΩΝ
Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμένος πάρειμι.
ΠΟΛΕΜΩΝ 但我警告你们,今天将是你们最后一次喝酒,否则我白白经历了那么多次杀戮并站在这里。
τοὺς Θρᾷκας, ὦ Παρμένων·
帕尔梅农,召集色雷斯兵!
ὡπλισμένοι ἡκέτωσαν ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι· ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ' ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.
让他们全副武装过来,用方阵堵住巷子:正面部署重装步兵,两旁部署投石兵和弓箭手,其余的人跟在后面。
ΦΙΛΟΣΤΡΑΤΟΣ
Ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ.
ΦΙΛΟΣΤΡΑΤΟΣ 雇佣兵,你跟我们说这些,就好像把我们当成小孩子,想吓唬我们吗?
σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες;
你何曾杀过一只公鸡,或者见过战争?
ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.
你大概只是个拿双倍津贴的下士,守卫着某个小堡垒吧,就算我这已经是抬举你了。
ΠΟΛΕΜΩΝ
Καὶ μὴν εἴσῃ μετ' ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.
ΠΟΛΕΜΩΝ 哼,待会儿你就会知道了,当你看到我们兵器闪耀、挺枪向你逼近的时候。
ΦΙΛΟΣΤΡΑΤΟΣ
Ἥκετε μόνον συσκευασάμενοι.
ΦΙΛΟΣΤΡΑΤΟΣ 你们只管准备好过来吧。
ἐγὼ δὲ καὶ Τίβειος οὗτος—μόνος γὰρ οὗτος ἕπεταί μοι—βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχεσθε ἔχοιτε εἰδέναι.
我和这个提比奥斯——虽然只有他跟着我——会用石头和瓦片扔你们,把你们打得四散奔逃,连该往哪里逃都不知道。