§10.1ΧΕΛΙΔΟΝΙΟΝ
Οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειράκιον ὁ Κλεινίας;
ΧΕΛΙΔΟΝΙΟΝ クレイニアスという若者は、もうあなたのところへは通ってこないの、ドロシス?
οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος, αὐτὸν παρ' ὑμῖν.
もうずいぶん長い間、彼があなたのところにいるのを見ていないのだけど。
ΔΡΟΣΙΣ
Οὐκέτι, ὦ Χελιδόνιον·
ΔΡΟΣΙΣ もう来ないのよ、ヘリドニオン。
ὁ γὰρ διδάσκαλος αὐτὸν εἶρξε μηκέτι μοι προσιέναι.
彼の先生が、もう私のところに近づかないようにと、彼を禁じ止めてしまったの。
ΧΕΛΙΔΟΝΙΟΝ
Τίς οὗτος;
ΧΕΛΙΔΟΝΙΟΝ その人って誰?
μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις;
まさか体育教師のディオティモスのことではないわよね?
ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν.
だって、あの人は味方だもの。
ΔΡΟΣΙΣ
Οὔκ, ἀλλ’ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος.
ΔΡΟΣΙΣ いいえ、哲学者どもでも最悪の死に方をするに違いないアリスタイネトスよ。
ΧΕΛΙΔΟΝΙΟΝ
Τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βαθυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπατεῖν ἐν τῇ Ποικίλῃ;
ΧΕΛΙΔΟΝΙΟΝ あの、不機嫌そうな顔をして、毛深くて、長い髭を生やして、ポイキレで若者たちと散歩するのを習慣にしている男のこと?
ΔΡΟΣΙΣ
Ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπίδοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ δημίου.
ΔΡΟΣΙΣ その、大言壮語するペテン師のことよ。 死刑執行人に髭を引っ張られて、この上なく無残に死んでいくのを私がこの目で見届けたいくらいだわ。
§10.2ΧΕΛΙΔΟΝΙΟΝ
Τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν;
ΧΕΛΙΔΟΝΙΟΝ でも、どうしてあの男は、クレイニアスにそんなことを納得させたの?
ΔΡΟΣΙΣ
Οὐκ οἶδα, ὦ Χελιδόνιον.
ΔΡΟΣΙΣ わからないわ、ヘリドニオン。
ἀλλ’ ὁ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ' οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο—πρῶτον δὲ ὡμίλησέ μοι—τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ·
でも、女性と交わり始めてから――その最初の相手が私だったのだけど――一度も外泊したことのなかった彼が、この3日間立て続けに、この路地に近づきさえもしないの。
ἐπεὶ δὲ ἠνιώμην—οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ' αὐτῷ—ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ·
私は苦しくなって――なぜか彼のことで胸が痛んだのだけど――ネブリスを、彼が広場かポイキレのどちらかで時間を潰していないか、探しに行かせたの。
ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν.
するとネブリスが言うには、アリスタイネトスと一緒に歩いている彼を見かけて、遠くから合図を送ったのだけど、彼は赤面してうつむき、二度と目をこちらに向けようとしなかったそうなの。
εἶτ' ἐβάδιζον ἅμα ἐς τὴν Ἀκαδημίαν· ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ’ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα.
それから二人は一緒にアカデメイアの方へ歩いて行ったそうで、ネブリスはディピュロンのところまで後を追ったのだけど、彼がまったく振り返りもしなかったので、何もはっきりしたことを報告できずに戻ってきたの。
πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος;
その後、あの若い子がどうしてしまったのか見当もつかないまま、私がどんなふうに過ごしていたと思う?
ἀλλὰ μὴ ἐλύπησά τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλ’ ὁ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἡ ἀθλία ἔστρεφον.
「もしかして私が何かで彼を怒らせてしまったかしら」とか、「私を嫌いになって、他の誰かに恋してしまったのかしら」とか、「それとも父親が彼を引き止めたのかしら」などと、私は哀れにも、あれこれと考えを巡らせていたの。
ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκέ μοι Δρόμων τὸ γραμμάτιον τουτὶ παρ' αὐτοῦ κομίζων.
そして夕方も遅くなった頃、ドロモンが彼のところからこの手紙を持って私のところへやって来たの。
ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον·
ヘリドニオン、これを受け取って読んでみて。
οἶσθα γὰρ δή που γράμματα.
あなたなら文字が読めるでしょう。
§10.3ΧΕΛΙΔΟΝΙΟΝ
Φέρ' ἴδωμεν·
ΧΕΛΙΔΟΝΙΟΝ 見せてちょうだい。
τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος.
筆跡はあまりはっきりしていなくて、殴り書きされていて、書いた人の焦りを表しているわね。
λέγει δέ “πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας. ”
ΔΡΟΣΙΣ
Αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.
こう書いてあるわ。 ――「ドロシス、僕がどれほど君を愛してきたか、神々を証人に立てるよ」 ΔΡΟΣΙΣ ああ、かわいそうに、挨拶さえ書き添えていないわ。
ΧΕΛΙΔΟΝΙΟΝ
“Καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ' ἀνάγκην ἀφίσταμαί σου·
ΧΕΛΙΔΟΝΙΟΝ 「そして今、憎しみからではなく、余儀ない事情によって君から離れる。
ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν αὐτῷ, κἀκεῖνος—ἔμαθε γὰρ τὰ καθ' ἡμᾶς ἅπαντα—πάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα·
父が僕をアリスタイネトスに託して、彼のところで哲学を学ばせることにしたんだ。 そして彼が―― 僕たちの間のことをすべて知ってしまったので――僕をひどく咎め、アルキテレスとエラシクレイアの息子でありながら遊女と付き合うのは不体裁だと主張した。
πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.
快楽よりも徳を重んじる方が、はるかに優れていると言うのだ。
”
ΔΡΟΣΙΣ
Μὴ ὥρας ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον.
」 ΔΡΟΣΙΣ あのくだらないたわごとを言う男が、その若者にそんな教えを授けて、これ以上生き長らえませんように。
ΧΕΛΙΔΟΝΙΟΝ
“Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ·
ΧΕΛΙΔΟΝΙΟΝ 「だから彼に従わざるを得ない。
παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάσσων, καὶ ὅλως οὐδὲ προσβλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ·
彼は厳しく監視しながらついて回るし、そもそも彼以外の誰にも目を向けることすら許されないんだ。
εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον.
もし僕が分をわきまえ、彼の言うことに全面的に従うなら、彼は僕がとても幸せになり、試練によってあらかじめ鍛えられることで、徳のある人間になれると約束してくれている。
ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν.
僕はこっそり抜け出して、やっとのことでこれらを君に書いた。
σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου. ”
君が幸せでありますように。 そして、クレイニアスのことを覚えていておくれ。
§10.4ΔΡΟΣΙΣ
Τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον;
」 ΔΡΟΣΙΣ この手紙、どう思う、ヘリドニオン?
ΧΕΛΙΔΟΝΙΟΝ
Τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ “μέμνησο Κλεινίου” ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.
ΧΕΛΙΔΟΝΙΟΝ 他の部分はまるでスキタイの使節のようなそっけないものだけど、「クレイニアスのことを覚えていて」というところには、何か一筋の望みが残されているわ。
ΔΡΟΣΙΣ
Κἀμοὶ οὕτως ἔδοξεν·
ΔΡΟΣΙΣ 私もそう思ったわ。
ἀπόλλυμαι δ’ οὖν ὑπὸ τοῦ ἔρωτος.
でも、私はこの恋焦がれる思いで死んでしまいそうだわ。
ὁ μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν.
ところでドロモンが言うには、アリスタイネトスは少年愛者で、学問を口実にして最も美しい若者たちと一緒に過ごし、クレイニアスに個人的に、彼を神のような存在にしてみせると様々な約束を持ちかけて、口説いているそうなの。
ἀλλὰ καὶ ἀναγιγνώσκει μετ' αὐτοῦ ἐρωτικούς τινας λόγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος περὶ τὸ μειράκιόν ἐστιν.
そればかりか、彼と一緒に、昔の哲学者たちが弟子たちに宛てた恋愛的な対話などを読んでいて、あの子にべったりだというの。
ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.
だからドロモンは、クレイニアスの父親にこのことを告げ口してやると脅していたわ。
ΧΕΛΙΔΟΝΙΟΝ
Ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα.
ΧΕΛΙΔΟΝΙΟΝ ドロシス、ドロモンのお腹を満たしてやるべきだったわね。
ΔΡΟΣΙΣ
Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι·
ΔΡΟΣΙΣ お腹はいっぱいにしてやったわ。 それにそうしなくたって、彼は私の味方よ。
κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος.
彼もまたネブリスに恋焦がれているのだから。
ΧΕΛΙΔΟΝΙΟΝ
Θάρρει, πάντα ἔσται καλῶς.
ΧΕΛΙΔΟΝΙΟΝ 元気を出して、すべてうまくいくわ。
ἐγὼ δὲ καὶ ἐπιγράψειν μοι δοκῶ ἐπὶ τοῦ τοίχου ἐν Κεραμεικῷ, ἔνθα ὁ Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος διαφθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ.
私は、アルキテレスがいつも散歩するケラメイコス(陶器区)の壁に、アリスタイネトスはクレイニアスをたぶらかしていると落書きしてやろうかと思っているの。 そうすれば、ドロモンからの告げ口と合わさって、効果が倍増するでしょうから。
ΔΡΟΣΙΣ
Πῶς δ’ ἂν λάθοις ἐπιγράψασα;
ΔΡΟΣΙΣ でも、どうやって人に見つからずに壁に書くの?
ΧΕΛΙΔΟΝΙΟΝ
Τῆς νυκτός, Δροσί, ἄνθρακά ποθεν λαβοῦσα.
ΧΕΛΙΔΟΝΙΟΝ 夜よ、ドロシス。 どこかから炭を手に入れてね。
ΔΡΟΣΙΣ
Εὖ γε, συστράτευε μόνον, ὦ Χελιδόνιον, κατὰ τοῦ ἀλαζόνος Ἀρισταινέτου.
ΔΡΟΣΙΣ いいわね! ヘリドニオン、あの法螺吹きのアリスタイネトスに対して、私と一緒に戦ってちょうだい。