Humanitext Reader

琉善 · 众神对话录 §4.1-4.2

赫耳墨斯抱怨劳役与迈亚的劝诫

第 4 段,共 25 段 · 希腊语

内容简介

赫耳墨斯向母亲迈亚抱怨自己的悲惨处境,他因在天上和冥府日夜不停地承担无数杂役以及替宙斯打探情人们的差事而精疲力竭。迈亚安慰并催促他赶紧执行下一个任务,以免触怒宙斯。

§4.1ΕΡΜΗΣ Ἔστι γάρ τις, ὦ μῆτερ, ἐν οὐρανῷ θεὸς ἀθλιώτερος ἐμοῦ;
赫耳墨斯母亲,天底下还有比我更命苦的神吗?
ΜΑΙΑ Μὴ λέγε, ὦ Ἑρμῆ, τοιοῦτον μηδέν.
迈亚赫耳墨斯,千万别这么说。
ΕΡΜΗΣ Τί μὴ λέγω, ὃς τοσαῦτα πράγματα ἔχω μόνος κάμνων καὶ πρὸς τοσαύτας ὑπηρεσίας διασπώμενος;
赫耳墨斯我怎么能不说呢? 我一个人承担了这么多差事,劳累不堪,被各种琐事弄得心力交瘁。
ἕωθεν μὲν γὰρ ἐξαναστάντα σαίρειν τὸ συμπόσιον δεῖ καὶ διαστρώσαντα τὴν κλισίαν εὐθετίσαντά τε ἕκαστα παρεστάναι τῷ Διὶ καὶ διαφέρειν τὰς ἀγγελίας τὰς παρ' αὐτοῦ ἄνω καὶ κάτω ἡμεροδρομοῦντα, καὶ ἐπανελθόντα ἔτι κεκονιμένον παρατιθέναι τὴν ἀμβροσίαν·
清晨一醒来,我就得清扫宴会厅,铺好卧榻,把一切收拾得井井有条,然后侍立在宙斯身旁,整天跑腿,上下传递他的各种消息。 等我回来时,身上还沾满灰尘,却又得呈上神馔。
πρὶν δὲ τὸν νεώνητον τοῦτον οἰνοχόον ἥκειν, καὶ τὸ νέκταρ ἐγὼ ἐνέχεον.
在这个新买的侍酒童来之前,连神酒也是我来倒的。
τὸ δὲ πάντων δεινότατον, ὅτι μηδὲ νυκτὸς καθεύδω μόνος τῶν ἄλλων, ἀλλὰ δεῖ με καὶ τότε τῷ Πλούτωνι ψυχαγωγεῖν καὶ νεκροπομπὸν εἶναι καὶ παρεστάναι τῷ δικαστηρίῳ·
最糟糕的是,连晚上我都不能像其他神那样睡觉,还得为普路托引导亡灵,做引路人,并且侍立在法庭上。
οὐ γὰρ ἱκανά μοι τὰ τῆς ἡμέρας ἔργα, ἐν παλαίστραις εἶναι καὶ ταῖς ἐκκλησίαις κηρύττειν καὶ ῥήτορας ἐκδιδάσκειν, ἀλλ’ ἔτι καὶ νεκρικὰ συνδιαπράττειν μεμερισμένον.
难道我白天的差事还不够多吗? 要在体育场值守,在公民大会上宣谕,还要教导演说家,现在连死人的事情也得我分身去兼顾。
§4.2ΕΡΜΗΣ καίτοι τὰ μὲν τῆς Λήδας τέκνα παρ' ἡμέραν ἑκάτερος ἐν οὐρανῷ ἢ ἐν ᾅδου εἰσίν, ἐμοὶ δὲ καθ' ἑκάστην ἡμέραν κἀκεῖνα καὶ ταῦτα ποιεῖν ἀναγκαῖον, καὶ οἱ μὲν Ἀλκμήνης καὶ Σεμέλης ἐκ γυναικῶν δυστήνων γενόμενοι εὐωχοῦνται ἀφρόντιδες, ὁ δὲ Μαίας τῆς Ἀτλαντίδος διακονοῦμαι αὐτοῖς.
赫耳墨斯况且,勒达的孩子们是轮流一天在天上、一天在冥府,可我每天却必须同时应付那里的和这里的差事。 阿尔克墨涅和塞墨勒的孩子明明是凡间可怜的女人所生,如今却无忧无虑地享受着宴席,而我,阿特拉斯之女迈亚的儿子,却要服侍他们。
καὶ νῦν ἄρτι ἥκοντά με ἀπὸ Σιδῶνος παρὰ τῆς Κάδμου θυγατρός, ἐφ' ἣν πέπομφέ με ὀψόμενον ὅ τι πράττει ἡ παῖς, μηδὲ ἀναπνεύσαντα πέπομφεν αὖθις εἰς τὸ Ἄργος ἐπισκεψόμενον τὴν Δανάην, εἶτ' ἐκεῖθεν εἰς Βοιωτίαν, φησίν, ἐλθὼν ἐν παρόδῳ τὴν Ἀντιόπην ἰδέ.
刚刚我才从西顿、从卡德摩斯的女儿那里回来,宙斯派我去看看那姑娘在做什么,我连口气都没喘匀,他又派我再去阿耳戈斯打探达那厄的情况。 然后,他说从那里去波奥提亚,顺道去看看安提俄佩。
καὶ ὅλως ἀπηγόρευκα ἤδη.
我已经完全精疲力竭了。
εἰ γοῦν δυνατὸν ἦν, ἡδέως ἂν ἠξίωσα πεπρᾶσθαι, ὥσπερ οἱ ἐν γῇ κακῶς δουλεύοντες.
要是可能的话,我真想和凡间那些受尽折磨的奴隶一样,高高兴兴地把自己卖掉。
ΜΑΙΑ Ἔα ταῦτα, ὦ τέκνον·
迈亚别说这些了,我的孩子。
χρὴ γὰρ πάντα ὑπηρετεῖν τῷ πατρὶ νεανίαν ὄντα.
年轻人本就应该在一切事上顺从父亲。
καὶ νῦν ὥσπερ ἐπέμφθης σόβει εἰς Ἄργος, εἶτα εἰς τὴν Βοιωτίαν, μὴ καὶ πληγὰς βραδύνων λάβῃς·
现在就按照吩咐,赶紧去阿耳戈斯,再去波奥提亚,免得因为耽搁而挨揍。
ὀξύχολοι γὰρ οἱ ἐρῶντες.
恋爱中的人脾气可是很暴躁的。

词汇与语法注释

  1. §4.1Τί μὴ λέγω — 表达反问或抗议的虚拟语气现在时,意思是“我怎能不说呢?”或“为什么叫我别说呢?”。
  2. §4.1ἕωθεν μὲν γὰρ ἐξαναστάντα — 宾格分词 `ἐξαναστάντα` 与无人称动词 `δεῖ` 的未显式表示的宾格主语(`με`)一致,修饰后面所有不定式(`σαίρειν`, `παρεστάναι`, `διαφέρειν`, `παρατιθέναι`)的逻辑主语。
  3. §4.1μόνος τῶν ἄλλων — 属格短语 `τῶν ἄλλων` 起到比较或分离属格的作用,表示“在所有其他神中,唯独我”或“与其他神不同,只有我”。
  4. §4.2εἰ γοῦν δυνατὸν ἦν, ἡδέως ἂν ἠξίωσα πεπρᾶσθαι — 过去非真实条件句(虚拟语气)。条件从句使用直陈式未完成过去时 `ἦν`,主句使用 `ἄν` 加上直陈式不定过去时 `ἠξίωσα`,意思是“如果可能的话,我真希望自己已经被卖掉了”。
  5. §4.2μὴ καὶ πληγὰς βραδύνων λάβῃς — 由 `μή` 引导并搭配虚拟语气不定过去时 `λάβῃς` 的恐惧或预防从句,表示“免得你因拖延而挨揍”。分词 `βραδύνων` 表示这一动作的原因或方式。

引用这一段

琉善, 众神对话录 §4.1-4.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:4.1-4.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。