Humanitext Reader

琉善 · 众神对话录 §3.1-3.2

阿佛洛狄忒三子的相异与普里阿波斯

第 3 段,共 25 段 · 希腊语

内容简介

阿波罗和迪奥尼索斯讨论了同为阿佛洛狄忒所生的三兄弟在容貌和性情上为何如此不同,随后迪奥尼索斯分享了普里阿波斯试图向他求欢的荒唐往事。

§3.1ΑΠΟΛΛΩΝ Τί ἂν λέγοιμεν;
阿波罗我们该怎么说呢,迪奥尼索斯?
ὁμομητρίους, ὦ Διόνυσε, ἀδελφοὺς ὄντας Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον, ἀνομοιοτάτους εἶναι τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα;
同母所生的兄弟厄洛斯、赫耳玛佛洛狄托斯和普里阿波斯,在外貌和性情上竟然如此不同?
ὁ μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, ὁ δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν· οὐκ ἂν διακρίναις εἴτ' ἔφηβός ἐστιν εἴτε καὶ παρθένος· ὁ δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος.
其中一个极其美丽,是个弓箭手,拥有不小的力量,统治着万物;第二个则阴柔、半男半女,容貌让人难以确定,你甚至无法分辨他是个青年还是个少女;而第三个普里阿波斯,则是粗俗地充满了阳刚之气。
ΔΙΟΝΥΣΟΣ Μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον·
迪奥尼索斯不要觉得奇怪,阿波罗。
οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.
因为这怪不得阿佛洛狄忒,而是因为他们的父亲各不相同。 况且,即使是同父并由同胎所生的人,也常常是一个是男性,另一个是女性,就像你们俩一样。
ΑΠΟΛΛΩΝ Ναί·
阿波罗是的。
ἀλλ’ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν· τοξόται γὰρ ἄμφω.
但我们很相似,而且从事着相同的行当,因为我们两个都是弓箭手。
ΔΙΟΝΥΣΟΣ Μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δέ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας.
迪奥尼索斯在弓箭这一点上是相同的,阿波罗,但其他事情并不相似:阿尔忒弥斯在斯基泰人那里杀戮外邦人,而你则传达神谕并医治病人。
ΑΠΟΛΛΩΝ Οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις, ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε εἰς τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ' αὐτοῦ μυσαττομένη τὰς σφαγάς;
阿波罗你难道以为我妹妹喜欢斯基泰人吗? 她其实已经做好了准备,如果有什么希腊人来到陶里卡,她就会因为厌恶这些屠杀而与他一同乘船逃走。
§3.2ΔΙΟΝΥΣΟΣ Εὖ γε ἐκείνη ποιοῦσα.
迪奥尼索斯她这样做真是太好了。
ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός με καὶ ξενίσας παρ' αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ' αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος—αἰδοῦμαι δὲ λέγειν.
不过关于普里阿波斯——我要给你讲一件好笑的事——前不久他在兰普萨科斯时,我正路过那座城市,他接待了我,并请我到他家里作客。 当我们在宴会上喝得酩酊大醉并歇下后,大约在午夜时分,这位高尚的家伙爬了起来——我都不好意思说下去了。
ΑΠΟΛΛΩΝ Ἐπείρα σε, Διόνυσε;
阿波罗他向你求欢了吗,迪奥尼索斯?
ΔΙΟΝΥΣΟΣ Τοιοῦτόν ἐστι.
迪奥尼索斯正是如此。
ΑΠΟΛΛΩΝ Σὺ δὲ τί πρὸς ταῦτα;
阿波罗那你怎么回应的?
ΔΙΟΝΥΣΟΣ Τί γὰρ ἄλλο ἢ ἐγέλασα;
迪奥尼索斯还能怎么样,我只是付之一笑。
ΑΠΟΛΛΩΝ Εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως·
阿波罗做得好,没有生气也没有粗暴。
συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.
这是可以原谅的,因为你如此美丽,他才会向你求欢。
ΔΙΟΝΥΣΟΣ Τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον, ἀγάγοι τὴν πεῖραν·
迪奥尼索斯正因为如此,阿波罗,他甚至也可能把目标转向你。
καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
因为你很美丽,而且留着长发,以至于普里阿波斯即使在清醒的时候,也会对你下手的。
ΑΠΟΛΛΩΝ Ἀλλ' οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε·
阿波罗但他绝不敢下手,迪奥尼索斯。
ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.
因为我除了长发之外,还有弓箭。

词汇与语法注释

  1. p.v.7.p.250Τί ἂν λέγοιμεν; ὁμομητρίους... ἀνομοιοτάτους εἶναι — 带定格的不定式短语“ὁμομητρίους... ἀνομοιοτάτους εἶναι”作为疑问主句“Τί ἂν λέγοιμεν;”(我们该怎么说呢)的直接宾语(或同格说明从句)发挥作用。
  2. 3.1ἥ γε καὶ παρεσκεύασται — 关系代词 ἥ 带有强调助词 γε,表示针对先行词的因果关系(“因为她自己……”)。现在完成时被动分词 παρεσκεύασται 具有形容词性质(“已经做好准备”),并与后续的不定式 συνεκπλεῦσαι 连用。
  3. 275ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι — 连词 ὡς 在此用作表示结果的 ὥστε 的代用词。不定式短语配有潜在助词 ἄν,表示一种虚拟或推测性的结果(“即使在清醒时也可能会下手”)。不定式的发话主语是宾格的 τὸν Πρίαπον,而与格的 σοι 则是动词 ἐπιχειρέω 的宾语。

引用这一段

琉善, 众神对话录 §3.1-3.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:3.1-3.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。