Humanitext Reader

琉善 · 众神对话录 §5.1-5.2

普罗米修斯的预言与宙斯的赦免

第 5 段,共 25 段 · 希腊语

内容简介

普罗米修斯请求宙斯解除他的枷锁,并以一个能免除宙斯毁灭的至关重要的预言作为交换。他警告说,如果宙斯与忒提斯结合,他们所生的儿子将会推翻宙斯,这促使宙斯命令赫菲斯托斯释放普罗米修斯。

§5.1ΠΡΟΜΗΘΕΥΣ Λῦσόν με, ὦ Ζεῦ· δεινὰ γὰρ ἤδη πέπονθα.
普罗米修斯释放我吧,宙斯,因为我已经遭受了可怕的折磨。
ΖΕΥΣ Λύσω σε, φῄς, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπέρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ' ὧν τοιαῦθ' ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας;
宙斯释放你,你是这么说的吗? 你本该戴着更沉重的镣铐,让整个高加索山压在头顶上,不仅让十六只秃鹰啄食你的肝脏,连眼睛也被挖出来,作为你为我们塑造了人类这种生物、偷走火种并造出女人的惩罚。
ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν;
至于在分肉的时候,你拿用脂肪包裹的骨头呈献给我,把较好的部分留给自己,以此欺骗了我,这又何必再提呢?
ΠΡΟΜΗΘΕΥΣ Οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον ἀετὸν τρέφων τῷ ἥπατι;
普罗米修斯难道我还没有付出足够的代价吗? 我已经被钉在高加索山上这么长时间,用我的肝脏喂养着那只在所有鸟类中最该死、最悲惨地灭亡的鹰。
ΖΕΥΣ Οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.
宙斯这甚至还不及你应当遭受的痛苦的万分之一。
ΠΡΟΜΗΘΕΥΣ Καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, ὦ Ζεῦ, πάνυ ἀναγκαῖον.
普罗米修斯然而,你不会白白释放我,宙斯,我将向你透露一件绝对必要的事情。
§5.2ΖΕΥΣ Κατασοφίζῃ με, ὦ Προμηθεῦ.
宙斯你是在用诡计糊弄我,普罗米修斯。
ΠΡΟΜΗΘΕΥΣ Καὶ τί πλέον ἕξω;
普罗米修斯那我能得到什么更多的好处呢?
οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα ὁ Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι.
因为如果我耍花招被抓,你不会不记得高加索山在哪里,也不会缺少镣铐。
ΖΕΥΣ Εἰπὲ πρότερον ὅντινα μισθὸν ἀποτίσεις ἀναγκαῖον ἡμῖν ὄντα.
宙斯先说说你将要支付的对我们不可或缺的报酬是什么。
ΠΡΟΜΗΘΕΥΣ Ἢν εἴπω ἐφ' ὅ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος;
普罗米修斯如果我说出你现在正要去哪里,你会在我预言其余的事情时信任我吗?
ΖΕΥΣ Πῶς γὰρ οὔ;
宙斯那当然。
ΠΡΟΜΗΘΕΥΣ Παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.
普罗米修斯去找忒提斯,与她交合。
ΖΕΥΣ Τουτὶ μὲν ἔγνως·
宙斯这你倒说对了。
τί δ’ οὖν τὸ ἐπὶ τούτῳ;
那么,接下来的事情是什么?
δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.
因为你似乎要说出某种真相。
ΠΡΟΜΗΘΕΥΣ Μηδέν, ὦ Ζεῦ, κοινωνήσῃς τῇ Νηρεΐδι·
普罗米修斯宙斯,千万不要与这位涅瑞伊得斯结合。
ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας — ΖΕΥΣ Τοῦτο φῄς, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;
因为如果她怀了你的孩子,生下来的孩子对你所做的事情,将与你曾经做过的一模一样—— 宙斯你是说,我将失去我的统治权力吗?
ΠΡΟΜΗΘΕΥΣ Μὴ γένοιτο, ὦ Ζεῦ.
普罗米修斯但愿不会如此,宙斯。
πλὴν τοιοῦτό γε ἡ μῖξις αὐτῆς ἀπειλεῖ.
然而与她的交合确实带有这样的威胁。
ΖΕΥΣ Χαιρέτω τοιγαροῦν ἡ Θέτις·
宙斯那么忒提斯就随她去吧。
σὲ δὲ ὁ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.
赫菲斯托斯,以此为条件,释放他吧。

词汇与语法注释

  1. p.v.7.p.258ὃν ἐχρῆν — 关系代词 ὃν 作为无人称动词 ἐχρῆν 所引导的带对格的不定式(A.C.I.)结构中的逻辑主语。未完成过去时 ἐχρῆν 带有违背事实的义务语气(“本来应该……但实际并未如此”),表达了宙斯对普罗米修斯未受足够惩罚的愤恨与谴责。
  2. p.v.7.p.258ἃ μὲν γὰρ ἐμὲ ἐξηπάτησας — 关系代词 ἃ 作为表示关联或指代的对格(“至于你欺骗我的那些事……”),起到了话题引入的作用,由主句的疑问句 τί χρὴ λέγειν;(“又何必再提?”)支配。与之对应的 δέ 从句并未出现,语境直接过渡到了普罗米修斯的反驳。
  3. 5.2ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας — 动词 ἐργάζομαι 构成双宾格结构,分别以人(σε,对格)和事物(ἴσα,中性复数对格)作为宾语。关系结构 ἴσα... οἷα 表达关联的等同性(“与……一模一样的事”),而 中的 καί 起到比较中的强调作用(“正如你所做的那样”)。

引用这一段

琉善, 众神对话录 §5.1-5.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:5.1-5.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。