Humanitext Reader

琉善 · 众神对话录 §24.1-24.3

宙斯责备将战车借给法厄同的赫利俄斯

第 24 段,共 25 段 · 希腊语

内容简介

宙斯严厉责备赫利俄斯将太阳战车托付给儿子法厄同,从而导致地上面临毁灭性的混乱,而赫利俄斯则解释了自己是如何向儿子的流泪哀求妥协的。宙斯在给予严厉警告的同时宽恕了赫利俄斯这一次,并命令他修理损坏的战车重新驾驶。

§24.1ΖΕΥΣ Οἷα πεποίηκας, ὦ Τιτάνων κάκιστε;
宙斯你干了些什么,你这最恶劣的提坦!
ἀπολώλεκας τὰ ἐν τῇ γῇ ἅπαντα, μειρακίῳ ἀνοήτῳ πιστεύσας τὸ ἅρμα, ὃς τὰ μὲν κατέφλεξε πρόσγειος ἐνεχθείς, τὰ δὲ ὑπὸ κρύους διαφθαρῆναι ἐποίησε πολὺ αὐτῶν ἀποσπάσας τὸ πῦρ, καὶ ὅλως οὐδὲν ὅ τι οὐ ξυνετάραξε καὶ ξυνέχεε, καὶ εἰ μὴ ἐγὼ ξυνεὶς τὸ γιγνόμενον κατέβαλον αὐτὸν τῷ κεραυνῷ, οὐδὲ λείψανον ἀνθρώπων ἐπέμεινεν ἄν·
你把战车托付给一个愚蠢的年轻人,从而毁灭了地上的万物。 他由于被带到贴近地面的地方,烧毁了一些地方,又因为把火移得离它们太远,而使另一些地方因寒冷而毁灭。 总之,没有一样东西他不曾扰乱和搞混的。 如果我没有察觉到正在发生的事而用雷霆将他击落,甚至连人类的残存者也不会留下来。
τοιοῦτον ἡμῖν τὸν καλὸν ἡνίοχον καὶ διφρηλάτην ἐκπέπομφας.
你可给我们送出来一个多么优秀的御者和马车夫啊!
ΗΛΙΟΣ Ἥμαρτον, ὦ Ζεῦ, ἀλλὰ μὴ χαλέπαινε, εἰ ἐπείσθην υἱῷ πολλὰ ἱκετεύοντι· πόθεν γὰρ ἂν καὶ ἤλπισα τηλικοῦτο γενήσεσθαι κακόν;
赫利俄斯我犯了错,宙斯,但请不要动怒,如果我是被多次哀求的儿子所说服的话;因为我怎么能预料到会发生如此巨大的灾难呢?
ΖΕΥΣ Οὐκ ᾔδεις, ὅσης ἐδεῖτο ἀκριβείας τὸ πρᾶγμα καὶ ὡς, εἰ βραχύ τις ἐκβαίη τῆς ὁδοῦ, οἴχεται πάντα;
宙斯你难道不知道,这件事情需要何等的精确,而且,如果有人稍微偏离路线,一切都会完蛋吗?
ἠγνόεις δὲ καὶ τῶν ἵππων τὸν θυμόν, ὡς δεῖ ξυνέχειν ἀνάγκῃ τὸν χαλινόν;
你难道也不了解那些马匹的性子,必须用力量勒紧缰绳吗?
εἰ γὰρ ἐνδοίη τις, ἀφηνιάζουσιν εὐθύς, ὥσπερ ἀμέλει καὶ τοῦτον ἐξήνεγκαν, ἄρτι μὲν ἐπὶ τὰ λαιά, μετ' ὀλίγον δὲ ἐπὶ τὰ δεξιά, καὶ ἐς τὸ ἐναντίον τοῦ δρόμου ἐνίοτε, καὶ ἄνω καὶ κάτω, ὅλως ἔνθα ἐβούλοντο αὐτοί·
因为如果有人稍微放松,它们就会立刻失控,正如它们确实把他带走了一样,一会儿向左,一会儿又向右,有时甚至向着跑道的相反方向,忽上忽下,总之,完全随它们自己的意愿。
ὁ δὲ οὐκ εἶχεν ὅ τι χρήσαιτο αὐτοῖς.
而他根本不知道该拿它们怎么办。
§24.2ΗΛΙΟΣ Πάντα μὲν ἠπιστάμην ταῦτα καὶ διὰ τοῦτο ἀντεῖχον ἐπὶ πολὺ καὶ οὐκ ἐπίστευον αὐτῷ τὴν ἔλασιν·
赫利俄斯我完全明白这些,也正因如此我坚持了很久,没有把驾驶托付给他。
ἐπεὶ δὲ κατελιπάρησε δακρύων καὶ ἡ μήτηρ Κλυμένη μετ' αὐτοῦ, ἀναβιβασάμενος ἐπὶ τὸ ἅρμα ὑπεθέμην, ὅπως μὲν χρὴ βεβηκέναι αὐτόν, ἐφ' ὁπόσον δὲ ἐς τὸ ἄνω ἀφέντα ὑπερενεχθῆναι, εἶτα ἐς τὸ κάταντες αὖθις ἐπινεύειν καὶ ὡς ἐγκρατῆ εἶναι τῶν ἡνιῶν καὶ μὴ ἐφιέναι τῷ θυμῷ τῶν ἵππων·
但是当他哭着恳求,他的母亲克吕墨涅也和他一起恳求时,我让他登上了战车,并指点他应当如何站稳,应该在让马匹升到多高之后再越过去,然后如何再次向下倾斜,以及如何掌控缰绳而不放任马匹的性子。
εἶπον δὲ καὶ ἡλίκος ὁ κίνδυνος, εἰ μὴ ὀρθὴν ἐλαύνοι·
我也告诉了他,如果不笔直驾驶,危险有多大。
ὁ δὲ—παῖς γὰρ ἦν—ἐπιβὰς τοσούτου πυρὸς καὶ ἐπικύψας ἐς βάθος ἀχανὲς ἐξεπλάγη, ὡς τὸ εἰκός·
但他——因为他还只是个孩子——登上了如此巨大的烈火,又俯瞰着那无底的深渊,自然而然地吓坏了。
οἱ δὲ ἵπποι ὡς ᾔσθοντο οὐκ ὄντα ἐμὲ τὸν ἐπιβεβηκότα, καταφρονήσαντες τοῦ μειρακίου ἐξετράποντο τῆς ὁδοῦ καὶ τὰ δεινὰ ταῦτα ἐποίησαν·
而马匹一旦察觉到登上车来的不是我,便看不起这个年轻人,偏离了道路,做出了这些可怕的事。
ὁ δὲ τὰς ἡνίας ἀφείς, οἶμαι δεδιὼς μὴ ἐκπέσῃ αὐτός, εἴχετο τῆς ἄντυγος.
而他放开了缰绳,我想是因为害怕自己掉下去,便抓住了车栏。
ἀλλὰ ἐκεῖνός τε ἤδη ἔχει τὴν δίκην κἀμοί, ὦ Ζεῦ, ἱκανὸν τὸ πένθος.
但他已经得到了惩罚,而对我来说,宙斯,这悲伤已经足够了。
§24.3ΖΕΥΣ Ἱκανὸν λέγεις τοιαῦτα τολμήσας;
宙斯做出了这样的狂妄之事,你还说足够了?
νῦν μὲν οὖν συγγνώμην ἀπονέμω σοι, ἐς δὲ τὸ λοιπόν, ἤν τι ὅμοιον παρανομήσῃς ἤ τινα τοιοῦτον σεαυτοῦ διάδοχον ἐκπέμψῃς, αὐτίκα εἴσῃ, ὁπόσον τοῦ σοῦ πυρὸς ὁ κεραυνὸς πυρωδέστερος.
现在我固然宽恕你,但今后,如果你再犯类似的无法无天之事,或者送出任何像他这样的继承人,你立刻就会知道,我的雷霆比你的火还要炽热多少。
ὥστε ἐκεῖνον μὲν αἱ ἀδελφαὶ θαπτέτωσαν ἐπὶ τῷ Ἠριδανῷ, ἵναπερ ἔπεσεν ἐκδιφρευθείς, ἤλεκτρον ἐπ' αὐτῷ δακρύουσαι καὶ αἴγειροι γενέσθωσαν ἐπὶ τῷ πάθει, σὺ δὲ ξυμπηξάμενος τὸ ἅρμα—κατέαγε δὲ καὶ ὁ ῥυμὸς αὐτοῦ καὶ ἅτερος τῶν τροχῶν συντέτριπται—ἔλαυνε ἐπαγαγὼν τοὺς ἵππους.
所以,让他的姐妹们在埃里达诺斯河畔埋葬他吧,那就是他从车上被抛下而坠落的地方,让她们为他流泪化作琥珀,并因这灾难而变成白杨树。 而你,修好你的战车——它的车辕已经折断,两个车轮中的一个也已粉碎——带回马匹,继续驾驶吧。
ἀλλὰ μέμνησο τούτων ἁπάντων.
但你要记住这一切。

词汇与语法注释

  1. 278ὃς τὰ μὲν κατέφλεξε πρόσγειος ἐνεχθείς, τὰ δὲ ὑπὸ κρύους διαφθαρῆναι ἐποίησε πολὺ αὐτῶν ἀποσπάσας τὸ πῦρ — 由关系代词 `ὃς`(先行词为 `μειρακίῳ ἀνοήτῳ`)引导的从句结构。`τὰ μὲν ... τὰ δὲ` 是中性复数宾格的名词性用法,表示“一些地方……另一些地方……”。主格形容词 `πρόσγειος` 修饰分词 `ἐνεχθείς`(`φέρω` 的被动不定过去时)的主语,起副词作用,译为“贴近地面”。后半部分的 `διαφθαρῆναι ἐποίησε` 是“使……毁灭”的使役结构(`ποιέω` + 不定式)。
  2. 279ὅπως μὲν χρὴ βεβηκέναι αὐτόν, ἐφ' ὁπόσον δὲ ἐς τὸ ἄνω ἀφέντα ὑπερενεχθῆναι... — 动词 `ὑπεθέμην`(指导、指示)的宾语,由间接疑问句和并列的不定式短语构成复杂结构。在 `ὅπως μὲν χρὴ`(应当如何……)中,无人称动词 `χρή` 后接完成时不定式 `βεβηκέναι`(站稳)。而 `ἐφ' ὁπόσον δὲ`(到多高程度)则引导一个带冠词或无冠词的“对格+不定式”结构,其中对格分词 `ἀφέντα`(逻辑主语,“当他放任马匹时”)修饰被动不定式 `ὑπεενεχθῆναι`(被带过、飞越)的逻辑主语。随后的不定式 `ἐπινεύειν`、`εἶναι` 和 `ἐφιέναι` 也是并列关系,直接受控于 `ὑπεθέμην` 或 `χρή`。
  3. 280ἤλεκτρον ἐπ' αὐτῷ δακρύουσαι — `ἤλεκτρον`(琥珀)作为分词 `δακρύουσαι`(流泪)的同格名词或“内部宾格(同族宾格)”,表示“为他流下化为琥珀的眼泪”或“为他哭泣出琥珀”。

引用这一段

琉善, 众神对话录 §24.1-24.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:24.1-24.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。