§23.1ΑΦΡΟΔΙΤΗ
Τί δήποτε, ὦ Ἔρως, τοὺς μὲν ἄλλους θεοὺς κατηγωνίσω ἅπαντας, τὸν Δία, τὸν Ποσειδῶ, τὸν Ἀπόλλω, τὴν Ῥέαν, ἐμὲ τὴν μητέρα, μόνης δὲ ἀπέχῃ τῆς Ἀθηνᾶς καὶ ἐπ' ἐκείνης ἄπυρος μέν σοι ἡ δᾴς, κενὴ δὲ οἰστῶν ἡ φαρέτρα, σὺ δὲ ἄτοξος εἶ καὶ ἄστοχος;
阿佛洛狄忒厄洛斯,为什么你降伏了所有其他的神明——宙斯、波塞冬、阿波罗、瑞亚,甚至连我这个母亲,却唯独对雅典娜退避三舍? 在面对她时,你的火炬失去了火焰,箭筒空无一矢,而你自己也变得毫无弓箭、失去准星?
ΕΡΩΣ
Δέδια, ὦ μῆτερ, αὐτήν·
厄洛斯母亲,我怕她。
φοβερὰ γάρ ἐστι καὶ χαροπὴ καὶ δεινῶς ἀνδρική·
因为她面目可畏,目光锐利,极其阳刚。
ὁπόταν γοῦν ἐντεινάμενος τὸ τόξον ἴω ἐπ' αὐτήν, ἐπισείουσα τὸν λόφον ἐκπλήττει με καὶ ὑπότρομος γίνομαι καὶ ἀπορρεῖ μου τὰ τοξεύματα ἐκ τῶν χειρῶν.
每当我想拉满弓向她走去时,她一抖盔上的羽饰就把我吓得魂飞魄散,我浑身发抖,箭也从手里滑落下来。
ΑΦΡΟΔΙΤΗ
Ὁ Ἄρης γὰρ οὐ φοβερώτερος ἦν;
阿佛洛狄忒战神阿瑞斯难道不更可怕吗?
καὶ ὅμως ἀφώπλισας αὐτὸν καὶ νενίκηκας.
可你还是解除了他的武装,并且战胜了他。
ΕΡΩΣ
Ἀλλὰ ἐκεῖνος ἑκὼν προσίεταί με καὶ προσκαλεῖται, ἡ Ἀθηνᾶ δὲ ὑφορᾶται ἀεί, καί ποτε ἐγὼ μὲν ἄλλως παρέπτην πλησίον ἔχων τὴν λαμπάδα, ἡ δέ, Εἴ μοι πρόσει, φησί, νὴ τὸν πατέρα, τῷ δορατίῳ σε διαπείρασα ἢ τοῦ ποδὸς λαβομένη καὶ ἐς τὸν Τάρταρον ἐμβαλοῦσα ἢ αὐτὴ διασπασαμένη—πολλὰ τοιαῦτα ἠπείλησε·
厄洛斯但是他是心甘情愿地接纳我并召唤我的,而雅典娜却总是用怀疑的目光看着我。 有一次,我只是拿着火炬偶然从她身边飞过,她就对我说:“要是你敢靠近我,凭我父亲起誓,我要么用短枪刺穿你,要么抓住你的脚把你扔进塔耳塔洛斯,要么亲自把你撕碎”——她威胁了许多这样的话。
καὶ ὁρᾷ δὲ δριμὺ καὶ ἐπὶ τοῦ στήθους ἔχει πρόσωπόν τι φοβερὸν ἐχίδναις κατάκομον, ὅπερ ἐγὼ μάλιστα δέδια·
而且她眼神凶狠,胸前还挂着一个可怕的面具,上面满是手足般的蝮蛇头发,这正是最让我害怕的东西。
μορμολύττεται γάρ με καὶ φεύγω, ὅταν ἴδω αὐτό.
因为每当我看到它时,它就把我吓得直退缩。
§23.2ΑΦΡΟΔΙΤΗ
Ἀλλὰ τὴν μὲν Ἀθηνᾶν δέδιας, ὡς φῄς, καὶ τὴν Γοργόνα, καὶ ταῦτα μὴ φοβηθεὶς τὸν κεραυνὸν τοῦ Διός.
¦251 阿佛洛狄忒好,正如你所说,你害怕雅典娜和戈耳工面具,可你连宙斯的雷霆都不怕。
αἱ δὲ Μοῦσαι διὰ τί σοι ἄτρωτοι καὶ ἔξω βελῶν εἰσιν;
那么,为什么缪斯女神们却不被你所伤、免受你的箭矢之扰呢?
κἀκεῖναι λόφους ἐπισείουσιν καὶ Γοργόνας προφαίνουσιν;
难道她们也会抖动羽饰、显现出戈耳工的模样吗?
ΕΡΩΣ
Αἰδοῦμαι αὐτάς, ὦ μῆτερ·
厄洛斯母亲,我敬重她们。
σεμναὶ γάρ εἰσιν καὶ ἀεί τι φροντίζουσιν καὶ περὶ ᾠδὴν ἔχουσι καὶ ἐγὼ παρίσταμαι πολλάκις αὐταῖς κηλούμενος ὑπὸ τοῦ μέλους.
因为她们神圣庄严,总是沉思着什么,专注于歌咏。 我经常站在她们身边,被她们的旋律所陶醉。
ΑΦΡΟΔΙΤΗ
Ἔα καὶ ταύτας, ὅτι σεμναί·
阿佛洛狄忒那也放过她们吧,因为她们神圣庄严。
τὴν δὲ Ἄρτεμιν τίνος ἕνεκα οὐ τιτρώσκεις;
可你又是为了什么不伤害阿尔特弥斯呢?
ΕΡΩΣ
Τὸ μὲν ὅλον οὐδὲ καταλαβεῖν αὐτὴν οἷόν τε φεύγουσαν ἀεὶ διὰ τῶν ὀρῶν· εἶτα καὶ ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ.
厄洛斯总之,要捉住她根本不可能,因为她总是穿行在群山中奔逃;而且,她已经怀有某种独特的爱了。
ΑΦΡΟΔΙΤΗ
Τίνος, ὦ τέκνον;
阿佛洛狄忒爱着什么,孩子?
ΕΡΩΣ
Θήρας καὶ ἐλάφων καὶ νεβρῶν, αἱρεῖν τε διώκουσα καὶ κατατοξεύειν, καὶ ὅλως πρὸς τῷ τοιούτῳ ἐστίν·
厄洛斯对打猎、对公鹿和小鹿的爱。 她追逐捕获并用箭射杀它们,完全沉溺于此类事情。
ἐπεὶ τόν γε ἀδελφὸν αὐτῆς, καίτοι τοξότην καὶ αὐτὸν ὄντα καὶ ἑκηβόλον—
ΑΦΡΟΔΙΤΗ
Οἶδα, ὦ τέκνον, πολλὰ ἐκεῖνον ἐτόξευσας.
至于她的兄弟,尽管他自己也是个弓箭手、能百步穿杨—— 阿佛洛狄忒我知道,孩子,你射过他很多次。